Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. μή. Εἶτε δε πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέ σε. Πορεύου εἰς εἰρήνην.

Ἡ μὲν οὖν πλειοτέρα ψυχὴ, καλῶς λατρεύσασα τῷ Λόγῳ τοῦ Θεοῦ, παῤῥησίαν ἕχει ἐπʼ αὐτὴν τὴν κεφαλὴν ἐλθεῖν· κεφαλὴ δὲ Χριστοῦ δ Θεός· ὥστε καταχέαι μύρον αὐτῆς, καὶ εὐωδίαν τῇ δόξῃ τοῦ Θεοῦ πεποιῆσθαι. Δοξάζεται δὲ ὁ Θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων. Ἡ δὲ ἀτελεστέρα γυνὴ καὶ ψυχὴ παρὰ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται, ἧς ἐγγύς ἐσμεν ἡμεῖς. Οὐδὲ γὰρ μετενοήσαμεν ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν. Ποῦ ἡμῶν τὰ δάκρυα; ποῦ ὁ κλαυθμός; ἵνα κἂν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν δυνηθῶμεν. Ἐπʼ αὐτὴν γὰρ οὔπω δυνάμεθα φθάσαι τὴν κεφαλήν. Ἀγαπητὸν δὲ μετὰ τὰ ἁμαρτήματα φέρειν μετανοίας εὐωδίαν, ἵνα τις δυνηθείη δευτέρως εἶναι ἡ τοὺς πόδας ἀλείφουσα, ἀλλὰ μὴ τὴν κεφαλήν· τουτέστιν ἡ μὴ ἁπτομένη τῶν τελεωτέρων κα. ὑψηλπτέρων, ἀλλὰ τῶν ἄκρων καὶ τελευταίων.

Στίχ. νβ΄. Ἔκλαιιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δέ εἶπε· Μὴ κλαίετε· Οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.