Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. λθ΄. ‘Υπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε, καθʼ ὅλην τὴν πόλιν ηρύσσων ὅσα ἐποίησεν αὐτῷ δ Ἰησοῦς.

Πέμπει αὐτὸν εἰς τὸν οἶκον. Οὐ γὰρ τοσοῦτο μέτρον εἶχεν ὁ ἀνὴρ, ἵνα πρὸς τὸ καθῆσθαι παρὰ τοὺς πόδας Ἰησοῦ ἱματισμένος χωρήσῃ. Καὶ τῷ εἶναι σὺν αὐτῷ, τῶν ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων, οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυναμέτων ἐκεῖ σωτηρίας, τὸν αὐταρκῶς παρακαθίσαντα τοῖς ποσὶν αὐτοῦ ἀπολύσας, ἵνα διδάσκῃ ἃ ἐποίησεν αὐτῷ ὁ Θεός. Εἶεν δʼ ἅν τινες τοῦ τοιούτου ἀκροασταὶ καὶ μαθηταὶ, πλείονα μὲν οὐ χωρήσαντος (86) ἐξ ὀλίγων ὧν εἴληφε κηρύσσοντος. Ἀναφέροις δʼ ἂν τὸν λόγον καὶ ἐπὶ τὴν τοῦ ἀνθρώπου φύσιν, τοῦ ἔξω Ἰσραὴλ, διʼ ὃν καταπλεῖ Ἰησοῦς ἐπὶ τὴν χώραν τῶν Γαδαρηνῶν, καὶ πρὸς ὅν ἔξεισιν ὁ Ἰησοῦς ἐπὶ τὴν γῆν. Τμάτιον δέ, φησὶν, οὐκ ἐνεοθόσκετο ὁ ἄνθρωπος. Οὐκ ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ τὴν ἀσχημοσύνην. Καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν. Οὐ γὰρ ἦν, ὡς Ἰακὼβ, ἄνθρωπος ἅπλαστος οἰκῶν οἰκίον. Διὸ καὶ αὐτὸν τοῦτον ἀπέλυσε, λέγων· ‘Υτόστρεφε εἰς τὸν οἶκόν σου. Καὶ ἐν τοῖς μνήμασιν ἕμενεν, οὐ μετὰ ζώντων, μετὰ νεκρῶν δέ. Ἧν δέ, φησὶν, ἀγέλη χοίρων θκανῶν βοσκομένων ἐν τῷ ὄρεα. Μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει. [*](67. MAth. VI, 22. 68 Lac. XI , 55) [*](27. Ibid. 73 ibid. 74 ibid. 32.) [*](69 Joan. XII, 46.) [*](70 Lac. VIII, 57. 71 ibid.) [*]((86) Forte χωρήσαντας.)

337
μετὰ τοῦ κρημνοῦ ὥρμησεν ἡ ἀγέλη; Μήποτε οὖν οἰ φιλήδονοι, καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα φίλοι, ὅπου τὰ μνημεῖα καὶ πλησίον τοῦ λεγεῶνος τῶν δαιμόνων βόσκονται· ἀγαθότητι δὲ Ἰησοῦς τὴν τῶν δαιμόνων ἀφανίζει σὺν τοῖς χοίροις ἐν τῷ ὕδατι ἀγέλην, καὶ τῶν φιληδόνων καὶ φιλοσωμάτων κακῶν ἐμποδζει τῇ ἀναπνοῇ διὰ δαιμόνων τάχα, καὶ σωφρονεῖ ὁ τοιοῦτος; Εἴ τίς τε σωφρονεῖ, παρὰ τῷ Ἰησοῦ ἐστιν· ἀλλʼ ὁ ἀρχόμενος σωφρονεῖν παρὰ τοὺς πόδας αὐτοῦ ἐστιν.