Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Σιίχ. κβ΄.

(79) Ἱστορικῶς δέ· Μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνιθίου, πρῶτον τὰ ἱμάτια πλύνεται ὁ καθαρισθεὶς, εἶτα πᾶσαν τρίχα ξυρᾶται, καὶ ἐπὶ τούτοις λούεται ὕδατι, μεθʼ δ ἐπιφέρεται τὸ, Καθαρὸς ἔσται. Εἴη δʼ ἄν τὰ ἱμάτια πολιτεία μὴ πάντως κακῶς ὑφασμένη, ἐπεὶ κἄν ἀπέθετο ταῦτα. Τρίχα δὲ τὰ ἐξανθήσαντα τεκρὰ τῇ ψυχῇ (80), αἷς ἐναντίαι αἰτοῦσι Σαμουὴλ, καὶ τῶν Ναζιραίων καὶ αὐτῶν μαθητῶν ἠριθμημέναι. Τῶν γὰρ Nαζιραίων σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀνέβαινε. Πάνθʼ ὅσα ἂν ποιῶσιν εὐοδούμενα πραττόντων, ὡς μηδὲ φύλλα αὐτῶν καρποφορούντων ἀπορρεῖν. Ἥδη δὲ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν ἀποτίθεται, τοῦ βαπτίσματος ἐν τούτῳ δηλουμένου. Μετὰ δὲ τοῦτο τῆς μὲν παρεμβολῆς ἅξιος γίνεται, εἰς δὲ τὸν ἵδιον οἷκον οὐκ εἴσεισιν ἕως ἡμερῶν ἑπτὰ, καὶ τοῦ πάλιν ξυρανθῆναι τὴν κεφαλήν. Διὰ τὰ τῶν δογμάτων κεραιωδέστερα (81), καὶ τὴν γνῶσιν ἀποθέσθαι, τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα· διὰ δὲ τῶν ὀφρύων, ἅπασαν οἴησιν.

(82) Διὰ τἱ δὲ τοῦ λεπροῦ ἀκάλυπτον εἶναι τὴν κεφαλήν; Ἵνα γνώριμος ᾗ, καὶ μὴ μεταλαγχάνωσι τῆς ἐκαθαρσίας οἱ πλάζοντες (83). Τὸ δὲ στόμα κεκαλύφθαι δηλοῖ, ὅτι χρὴ ἑαυτὸν καταδικάζειν τῇ σιωπῇ, μέχρις ἂν ὑποστρέψας καθαρισθῇ.

Κατὰ δέ τινας πάλιν, τὸν ὀλὸ (84) λεπρὸν ὀνομάσας, καθαρίζει· δεικνὺς, ὡς ὁ Θεὸς τὸ ποικίλον μισεῖ. Σαφέστερον δὲ προῖὼν τοῦτο δηλοῖ ἐν τῷ· Τὸν ἔμπελῶνά σου οὐ κατασπερεῖς διάφορα. Καὶ ίμάτιιον ἐκ δύο ὑφασμένον. Καὶ τὰ κτήνη σου οὐ κπτοχετεύσεις ἐτεροίύγῳ. Πανταχοῦ προτιμῶν τὴν ἀτλότητα, ἥτις ἐν τῷ ὀλολέπρῳ θεωρεῖται.