Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ἐ. (77) Φσσὶ δὲ τὴν ἔχιδναν ἐν τῷ συλλαμβάνειν ἀναιρεῖν τὸν ἐξ οὗ συλλαμβάνει ἄῤῥενα· οὗ ἡ σπορὰ αὐξάνουσα, τὴν συλλαβοῦσαν ἀναιρεῖ καὶ οὕτως εἰς φῶς ἐξέρχεται, διαῤῥήξασα τῆς μητρὸς τὴν γαστέρα, ποινὴν ὥσπερ τοῦ διαφθαρέντος πατρός---Τοιοῦτοι καὶ οἱ Ἰουδαῖοι, τοὺς πνευματικοὺς αὐτῶν πατέρας καὶ διδασκάλους διαφθείροντες χερσίν. Εἵρηται περὶ τούτων ἐν τῷ Ματθαίῳ πλατύτερον.

Στίχ. θ΄. Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήχ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.

Ὅρα δὲ πῶς κακούργως διὰ τῆς χρήσεως τῶν Γραφῶν θέλει καθελεῖν τὴν δόξαν Κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας, ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν. Οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ. Οὐ γὰρ δεῖται ἀγγέλων ὁ τῶν ἀγγέλων δεσπότης. Ἐγὼ δὲ τὸ ἀνάπαλίν φημι πρὸς σὲ, ὦ διάβολε, εἰ μὴ Ἰησοῦς βοηθήσει τοῖς ἀγγέλοις, προσκόπτουσι. Καὶ σὺ διὰ τοῦτο πέπτωκας ἐξ οὐρανοῦ, ἐπειδὴ αὐτάρκη ἐνόμισας ἑαυτὸν εἶναι, καὶ μὴ δεῖσθαι τῆς τοῦ Ἰησοῦ βοηθείας. Ἵνα δὲ γνῷς μὴ περὶ τοῦ Ἰησοῦ λελέχθαι τὰ ἀναγεγραμμένα, ἀλλʼ εἰς δίκαιον ἄνδρα ταῦτα ἀναφέρεσθαι, ἄκουε· Γέγραπται γάρ· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ‘Υῤίστου, ἐν σκέπει τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Τοῦτο δικαίῳ μᾶλλον ἁρμόζειἢἢ τῷ Υἱῷ τοῦ Θεοῦ· καὶ αὗθις· Πεσεάται ἐκ τοῦ κλίτους σου μιλμὰς, καὶ μυριὰς, καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ ἐπὶ τὸν δίκαιον ἀνάγεται.