Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ιβ΄. Καὶ εἰσεχχομμένου αὐτοῦ εἴς τινα κώμην, ἀπτήντησαν αὐτῳ δέκα λεπροὶ ἄνβρες, οἲ ἔστησαν πόῤῥωθεν.

Στίχ ιγ΄· Καὶ αὐτοὶ ἧραν φωνὴν, λέγοντες· Ἰησοῦ ἐπιστάεα, ἐλέησον ἡμᾶς.

Καί γε τοὺς περὶ λέπρας νόμους ὑπολαμβάνῃς δή τινα τῆς ψυχῆς διαγραφὴν διάφορον. Τίς γὰρ οὐκ ἂν ἀπορήσαι ὁρῶν, ὅτι πὴ μὲν ἡ λέπρα ἀκάθαρτον ποιεῖ τὸν ἄνθρωπον ἐγγενομένη χρωτὶ ζῶντι, πὴ δὲ πᾶσαν ἀκαθαρσίαν (10) ἀπολύει ὅλον λεπρὸν γεγονότα. Τότε γὰρ ἀκάθαρτος εἶναι λογίζεται, ὅτε χρὼς ζῶν, μετὰ τὸ ὁλόλεπρον γεγονότα, μιαίνεται τοῦ ζῶντος χρωτὸς τὴν ἐξ ὅλων λέπραν --- εἶναι λεγομένην. Ἡγοῦμαι γὰρ τὴν λέπραν ἀντὶ ἀλόγων λαμβάνεσθαι τῆς ψυχῆς παθημάτων, τὸν δὲ ζῶντα χρῶτα ἀντὶ τῆς λογικῆς καταστάσεως. Δοκεῖ οὖν μοι μνστήριον παρέχειν ὁ λόγος. Ἐν γὰρ τῇ τῶν βρεφῶν ἡλικίᾳ ἀνέγκλητός ἐστιν ἡ ψυχὴ, τῆς ἀλογίας ἀπολύουσα αὐτὴν παντὸς ψόγου. Ἐὰν δὲ ὀφθῇ χρὼς ζῶν ἐν αὐτῇ, ὅ ἐστιν, ἐὰν ἄρχηται τοῦ λόγου ὑποφύωσις, τότε ἀρχὴ τῆς ἁμαρτίας ὑφίσταται, ἐως ἐπικρατήσηται τοῦ χρωτὸς τοῦ ζῶντος, τουτέστι, τοῦ λόγου αὐξάνοντος καὶ τελειουμένου, ὅλος γένηται ὁ χρὼς ζῶν, καὶ τέλεον ἡ λέπρα ἐξαφανισθῇ.