Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ιζʼ. Εὐκοπώτερον· δέ ἐστι τὸνοὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦνόμου μίαν κεραίαν πεσεῖν.

Ἔτι μία κεραία οὐ παρʼ Ἕλλησι μόνον ἐστὶ τὸ ἰῶτα, ἀλλὰ καὶ παρʼ Ἑβραίοις τὸ παρʼ αὐτοῖς καλούμενον ἐώδ. Δύναται δὲ ἰῶτα συμβολικῶς λέγεσθαι Ἰησοῦς, ἐπείπερ ἡ ἀρχὴ τοῦ ὀνόματος αὐτοῦ καὶ παρʼ Ἐλλησι καὶ παρʼ Ἑβραίοις ἀπὸ τοῦ λὡθ γράφεται. Ἕστι τοίνυν ἐν τῷ νόμῳ ὁ Λόγος τοῦ Θεοῦ μὴ παρερχόμενος αὐτὸν, μηδὲ πρότερον πίπτων, ἐωςς ἂν πάντα γένηται· τότε δὲ πίπτων, ἵνα πλείονα καρπὸν φέρῃ· οὐ νικηθεὶς, ἀλλὰ ταπεινώσας ἑαυτὸν, καὶ γνόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταιροῦ.