Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. κ΄. Καὶ ἕτερος· εἶπε Γυναῖκ ἕγημα, καὶ διὰ τοῶτυ οὐ δύναμαι ἐλθεῖν.

Ἀπλῶς δὲ τρισὶ τρόποις ἀποπίπτουσί τινες τῆς κλήσεως· φαντασίᾳ δογμάτων κρειττόνων, διώξει αἰσθητῶν, καὶ φιληδονίᾳ. Οἱ μὲν γὰρ ἀγρὸν ἀγοράσαντές εἰσιν οἱ καὶ παραιτοῦνται τὸ δεῖπνον, οἱ παραλαβόντες δόγματα ἕτερα τῆς θεότητος, πολλὴν ἔχοντα τὴν πιθανότητα, καὶ τὴν ποικιλίαν τοῦ λόγου· οἱ καὶ καταφρονοῦσι τοῦ ἀγροῦ, τοῦ ἔχοντος ἐν ἑαυτῷ ἀγρὸν καὶ δυνάμεις. Ὁ οὖν μὴ ἰδὼν μηδὲ δοκιμάσας ὅν ἐκτήσατο λόγον διὰ τὸ προειλῆφθαι, ἐξ ἀνάγκης καὶ οὐχ ἑκουσίως ἐξέρχεται ἐκ τοῦ διίπνου, καὶ τοῦ κεκληκότος, τάχα δὲ καὶ ἑαυτοῦ. Τὸ δὲ Ἐρωτῶ σέ φησιν, ὡς λόγῳ μόνῳ αἰδούμενος τὸν κεκληκότα.

Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε, οὗτός ἐστιν ὁ τῆς νοητῆς καταφρονῶν φύσεως, περὶ δὲ τὰ αἰσθητὰ φιλοχωρῶν· οὐδʼ οὗτος ἐδοκίμασεν ἐξ ἀρχῆς ἃ ἐώνηνται. Εἰ ὁ δύο ἀριθμὸς ἐπὶ ὕλας τάσσεται, οἴτος τὰ ὑλικὰ ἐτίμησε· διὸ καὶ οὗτος τὸ νοητὸν δεῖπνον παρήτηται. Ὁ δὲ ἕτερός ἐστιν ὁ εἰπών· Γυναύαα ἔγημα, ὁ δοκῶν εὑρηκέναι σοφίαν, καὶ ταύτης κοινωνήσει παραιτούμενος τὴν ἀληθῆ· ἢ ὁ τῇ κάραι ἑνούμενος, φιλήδονος μᾶλλον ἢ φιλόθεος. Τὸ μέν οὖν ὁλοσχερὲς τῆς παραβολῆς οὕτως· ἔκλαβε δὲ καὶ ἃλλως τὰ κατὰ τὸν τόπον, ὅσον ἄνθρωποί ἐσμεν, καὶ τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος οὐ συμφέρει γινώσκειν ἡμῖν.

Ἀναγκαίως ὁ Θεὸς ἀνθρώπῳ ὁμοιοῦται, ἵνʼ ὡς ἀνθρώποις λαλήσῃ, μὴ χωροῦσιν οἰκονομηθῆναι ὑπὸ τοῦ Θεοῦ πάντα, μένοντος τοῦ Θεοῦ. Καὶ τότε παύσεται ὁμοιούμενος ἀνθρώπῳ, ὅταν, παυσάμενοι ἓαιδος, ζήλου καὶ τῶν λοιπῶν κακῶν, καὶ τοῦ ατʼ ἄνθρωπον περιπατεῖν, ἀξιωθῶμεν ἀκοῦσαι ἀπὸ τοῦ Θεοὺ Ἐγὼ εἷπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. Πέπαυται δὲ καὶ ἅλλα πολλὰ καλούμενος. ὦν ἁμαρτωλὸς χρήζει ἅνθρωπος, πάνθηρ καὶ λέων, καὶ ἄρκτος, ὡς ἐν τοῖς προφήταις γέγραπται. Οὕτως ἀκούω καὶ τοῦ· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσνον. Τῷ γὰρ οὐκ ὄντι ἀξίῳ καταναλίσκεσθαι φῶς ἐστι κατὰ τὸν Ἰωάννην λέγοντα· Ὁ Θεὸς ἡμῶν φῶς ἐστ. Καὶ αὗθις· Οὅπω, φησὶν, ἐφανερώθη τί ἐσρεθα· οἴδαμεν δὲ, ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι ἀὐτῷ ἐσόμεθα, ὅτι ὀφόμεθα αὐτὸν καθώς ἐστν. Εἰ γὰρ καὶ ἀξιωθῶμεν βλέψαι νῦν τὸν Θεὸν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν αὐτὸν καθώς ἐστιν, ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῶν γίνεται· ἐν δὲ τῇ ἀποκαταστάσει πάντων, ὦν ἐλάληcε διὰ στόματος τῶν ἀγίων αὐτοῦ, ὀψόμεθα οὐχ ὡς νῦν ὃ οὐκ ἔστιν, ἀλλʼ ὡς πρέπει τότε , ὅ ἐστι. Παρʼ ἡμῖν μὲν οὗν τοῖς ἀνθρώποις ἀνθρώπῳ ὡμοιώθη· παρὰ δὲ [*](27 Psal. LXXXI, 6. Deut. IV, 24. Joan. I, 5. 30 10 | Joan. III, 2. 31 Luc. I, 70)

365
τοῖς ἑαυτοὺς ἀποθεώσασι Θεῷ· Ὁ Θεὸς γάρ ἐστι (9), φησὶν, ἐν συναγωγῇ θεῶν.