Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

τα. ε΄ ζ΄.

Τὸ μὲν οὖν, Τίς ἐξ ὑμῶν, πρὸς τοὺς μαθητὰς λέγεται· τὸ δὲ, ἕξει φίλον, ἵνα εἴπῃ τὸν Θεὸν φίλον τηχάνοντα τοῖς ἀγίοις, ὡς Μωῦσῇ καὶ τῷ Ἀβραάμ. Τάχα δὲ καὶ μεσονύκτιον ὁ συνεσταλμένος οὗτός ἐστι καιρὸς τοῦ βίου, ὅτε ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Δγύπτου, ἕνθα μὴ κέχρισται ἡ φλιὰ τῷ τοῦ Χριστοῦ αἵματι. Αἰτεῖ δὲ ὁ μαθητὴς τὸν φλον τρεῖς ἄρτους, βουλόμενος θρέψαι τῇ περὶ Τριάδος θεολογία τὸν γενόμενον πρὸς αὐτὸν ἀπὸ τῆς ὁδοῦ, ααθά φησιν· Ἐκτὸς ἐμοῦ οὐ δόνασθε ποιῆσαι οὐδέν, Ἀλλὰ πῶς ἀποκρίνεται ἔσωθεν ὁ φίλος λέγων· Μή μοι κόπον πάρεχες Ζητήσεις δὲ, μήποτε οἱ κοπιῶντες καὶ πεφορτι σμένοι τοὺς ἑαυτῶν κόπους παρέχωσι τῷ Σωτῆρι. Διὸ τὰς ἀσθενείας ἡμῶν φέμε, καὶ περὶ ἡμῶν ὀδυνᾶτα. Ἥ ὥσπερ τῷδε μὴ (99) ὑπνοῖ ὁ Θεὸς, ἄλλῳ δὲ ἁμαρτάνοντι ὀργίζεσθαι λέγεται οὕτω καὶ κόπον ἔχειν ἀπὸ τοῦ παρέχοντος αὐτῷ.

Σὸ δὲ ὅρα, εἰ ἅρτος μὲν ἡ ἀναγκαία τῆς ψυχῆς [*](11 Jac. II, 8; Rom. XIII, 9. 13 Matth. V, 44.) [*](14 Joan. XV, 5. 15 Isa. LIII, 4.) [*]((98) Videtur scribendum χρήσιμον τὸ , Ἀγαπήσεις.) [*]((99) Forte μέν.)

356
ἐν γνώσει τροφὴ, ἧς ἄνευ οὐκ ἔστι σώζεσθαι· οἶον ὁ περὶ τοῦ, πῶς βιωτέον ἀκριβὴς λόγος·ἰχθὸς δὲ ἣ οἷον ὄψον φιλομάθεια· οἶον τὸ εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, καὶ ὅσα ἐξῆς ἡ σοφία καταλέγει. Οὕτως οὗν ἀντὶ ἅρτου λίθον οὐ δίδωσιν ὁ Θεὸς, ὅν ὁ διάβολος ἐβούλετο ὑπὸ Ἰησοῦ ἐσθίεσθαι· οὕτε ἀντὶ ἰχθύος ὄφιν, ὅν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθύας ἐσθίειν Αἰθίοπες. Ἐκεῖ γὰρ, φησὶν ὁ Ταλμρδὸς, σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δςάκοττος ἐπὶ τοῦ βδατος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Aὶθίοὐιν οὔτε ἀπλῶς ἀντὶ τροφίμου καὶ ὠφελοῦντος τὰ ἄβρωτα καὶ βλάπτοντα.

Στίχ. λδ΄. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. θταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ. καὶ ὅλον τὸ σῶμά σου φωτενόν ἐστιν. Ἐπὰν δέ πονηρὸς ῇ, καὶ τὸ σῶμά σου σκοτεινόν.

Στίχ. λε. Σκόπει οὖν, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.

Στίχ. λς΄. Εἰ οὗν τὸ σῶμά σρυ φωτενόν, μὴ ἕχον μέρος σκοτεινὸν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῆ ἀστραπῇ φωτίεται.

Τοῦ δὲ ἐφεξῆς ῥητοῦ τοιοῦτον εἶναι τὸν λόγον νομίζω· Εἵπερ διὰ τὸ σῶμά σου φωτεινὸν γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἕτι σκοτεινὸν, μηδαμῶς ἁμαρτάνοντι ἕτι, οὕτως ἔσται φωτεινὸν τὸ ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ κὰν φωτισμῷ τὸ σκότος λύοντι. Ἀστραπῇ μὲν γὰρ ἔοικε λαμπροτάτῃ ὁ ἀπὸ τοῦ νοῦ φωτισμός· λύχνῳ δὲ ἐν ἀστραπῇ τὸ ἐν τῷ σώματι φῶς, πεφυκότι εἶναι σκότος, ἀγομένῳ, ὅπου ὁ νοῦς βούλεται.

Στίχ. νά. Ἀπὸ τοῦ αἵμματος .Ἅβελ ἐως τοῦ αἵμοτος ὅαχαρίου.

(1) Διὸ τῆς Ἐλισάβετ καὶ τοῦ παιδὸς ἀποτυχόντες οἱ δήμιοι, καὶ (2) τοῦ Ζαχαρίου τὸν θυμὸν ἀφιᾶσιν, λόγος. Κατʼ αὐτὸ τοῦτο γοῦν καὶ διὰ τὴν παρθένον Μαρίαν μετὰ τὸ γεννῆσαι τὸν Σωτῆρα ἡμῶν. Ἐλθοῦσα γὰρ προσκυνῆσαι, ἔστη ἐν τῷ τόπῳ τῶν παρθένων. Καὶ κωλυόντων τῶν εἰδότων αὐτὴν γεννήσασαν, ὁ δαχαρίας ἕλεγε τοῖς κωλύουσιν, ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρθένων, ἔτι παρθένον οὖσαν. Ὡς οὖν σαφῶς παρανομοῦντα ἀπέκτειναν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, λειτουργοῦντα καὶ θύοντα τῷ Θεῷ, καὶ ἀναμιγνύουσι τὸ αἶμα τῷ αἵματι.

Στίχ. Ϛ΄. Οὐχὶ πέντε στρουία πτωλεῖται ἀσσαρίων δυοῖν καὶ ἐν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον νώπιον τοῦ Θεοῦ;

Στίχ. ζ΄. Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὑν φοβεῖσθε. Πολλῶν στρουθίων διαφέρετε.

Τήρει δὲ, ὅτι οὐ πτῶσιν στρουθίου ἐπὶ τῆς γῆς εἷπεν, ὡς ὁ Ματθαῖος. Πέντε δὲ στρουθία νῦν τὰς αἰσθήσεις τοῦ δικαίου αἰνίττεται· αἳ τῶν μετεώρων [*](16 Psal. LXXIII, 13, 14.) [*]((1) Confer Origenem in Matth. ubi sententiam boat.) [*]((2) Forte κατά.)

357
καὶ ὑπὸρ ἄνθρωπον αἰσθάνονται, ὁρῶσαι τὰ θεῖα, ἀκούουσαι φωνῆς Θεοῦ, γευόμεναι ζῶντος ἅρτου, ὀσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, ἐλαίου ἀγαλλιάσεως, ἁπτόμεναι λόγου ζῶντος· αἵτινες, ἐξευτελιζόμεναι ὑπὸ τῶν τὰ πνεύματος μωρίαν καὶ εὕω (3) κρινόντων, οὔκ εἰσιν ἐπιλελησμέναι ἐνώπιον τοῦ Θεοῦ. Τὸ μέντοι ἐμφαῖνον ῥητὸν, μηδὲ τὸ ἐλάχιστον στρουθίον ἐπιλελησμένον εἶναι ἐνώπιον τοῦ Θεοῦ, συνεξέτασον τοῖς ἐμφαίνουσι ῥητοῖς, ἐπιλανθάνεσθαί τινων τὸν Θεὸν διʼ ἁμαρτίαν αὐτῶν. Ῥητῶς μὲν οὗν τὸ λεπτομερὲς τῆς Προνοίας, καὶ ἡ μέχρι τῶν λεπτῶν γνῶσις, ἐν τούτοις δηλοῦται· νοητῶς δὲ πίπτει ἐπὶ τῆς γῆς, οἷα στρουθία, τὸ φρόνιμον. Ἐπὰν δὲ ἅνω φέρεσθε (4), τὰ κάτω ζητεῖ τοῖς τῆς σαρκὸς ἐνεχομένοις κακοῖς, παραδοθὲν εἰς πάθος ἀτιμίας, καὶ τὸ ἐλεύθερον μετὰ τοῦ τιμίου ἀπολελωκός. Τοιοῦτος δὲ ὁ ὑπὸ τοῦ λόγου μετεωρισθεὶς, καὶ τὰ γήϊνα φρονήσας. Κατὰ δὲ τὸ ῥητὸν πάλιν, τό Οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, οὐ τὴν βούλησιν δίκνυσιν, ἀλλὰ τὴν πρόγνωσιν. Τῶν γὰρ γινομένων, ἃ μὲν κατὰ βούλησιν γίνεται, ὰ δὲ κατʼ εὐδοκίαν, ἃ δὲ αατὰ συγχώρησιν.