Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. μβ΄. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπʼ αὐτῆς.

Εἰς μὲν οὖν τὸ, Ἐνός ἐστι χρεία, τὸ Ἀγαπήσεις, χρήσιμον (98), τὸν πλησίον σου ὡς ἑαυτόν· εἰς δὲ τὸ, Ὀλίλων ἐστὶ χρεία, παραθήσεις τό· οὐ κλέῥεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τι ἄλλο ὁμοίως εἴρηται. Ἐκλάβῃ δὲ Μάρθαν μὲν εἰς τὴν πρᾶξιν, Μαρίαν δὲ εἰς τὴν θεωρίαν. Ἥ τὴν μὲν εἰς τὴν Ἰουδαίαν, τὴν δὲ εἰς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Ἤ Μάρθαν μὲν εἰς τοὺς ἐκ περιτομῆς πιστεύσαντας καὶ φυλάττοντας Ἰουδαῖκῶς τὰ τοῦ νόμου, Μαρίαν δὲ τοὺς τούτων ἀπηλλαγμένους, καὶ μόνοις τοῖς Ἰησοῦ ποσὶ προσκαθεζομένους. Διαφόρως γὰρ ἐπιβάλλλων, εὑρήσεις Μάρθαν μὲν σωματικωτέραν, καὶ περὶ πολλὰ εἰλουμένην, Μαρίαν δὲ τῇ θεωρίᾳ μόνῃ, καὶ τοῖς πνευματικοῖς προσανέχουσαν.

δτίχ. β΄. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς ἁγισσθήτω τὸ ὅνομά σου· ἐλθέτω ἡ βασιλεία σου.

θἶμαι δὲ, ὅτι οὐδεὶς λέγοι τῷ Θεῷ τὸ Πάτερ, μὴ πεπληρωμένος τοῦ τῆς υἱοθεσίας πνεύματος· καὶ Υἱὸς δοξάζων Πατέρα λέγοι ἂν Πάτερ· φυλάξας δὲ τὴν ἐτολὴν, τὴν λέγουσαν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ἐμῶν, προσεύχεσθε ὑπέρ τῶν διωκόντων ὑμιᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρός ὑμῶν, τοῦ ἐν τοῖοὐρανοῖς.

Ἐλθέτω ἡ θασιλεία σου. Ἵνα καταργηθῇ μὲν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, ἕτι δὲ καὶ πᾶσα βασλεία τοῦ κόσμου, καὶ ἡ βασιλεύουσα ἐν τοῖς θνητοῖς ἡμῶν σώμασιν ἁμαρτία· πάντων δὲ τούτων βαπλεέσῃ ὁ Θεός.