Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. Ϛ΄. Ἦσαν δὲ δίκαιιοι θμσότεροι ἐνώπιον τοῦ Θεοῦ.

Εὶκὸς ὑπολαμβάνειν, ὅτι Θεοφίλῳ τινὶ ἕγραψε τὸ Εὐαγγέλιον, ὅς εἷς ἧν τῶν πεπιστευκότων, οὕτω ζέων τῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξεις τε καὶ λόγους· ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ νῦν γραφόμενα. Πάντες ἐὰν τοιοῦτοι ὦμεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεόφιλοί ἐσμεν. Καὶ οὐκ ἄν τις εἵη Θεόφιλος ἀσθενής. Ὥσπερ γὰρ γέγραπται ἐπὶ τοῦ λαοῦ ἐξερχομένου ἐκ τῆς Αἰγύπτου· Οὐκ ῆν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν· οὕτως εἴποιμι ἂν, ὅτι πᾶς Θεόφιλος κράτιστός ἐστιν, ἕχων τὸ κράτος καὶ τὴν δύναμιν, τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ. Καὶ οὕτως ἐπιγνώσεταί τις περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφάλειαν, συνεὶς τὸν λόγον τοῦ Εὐαγγελίου. Ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράμμασιν ἐντυγχάνων ἀσφαλέστερον κατέχῃ, καὶ τὴν πίστιν διατηρῇ.

Τὸ εἶναι δίκαιον ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος. Αὐτὸς γὰρ ἐπίσταται τὰς καρδίας τῶν ἀνθρώπων μονώτατος. Ἐνδέχεται γὰρ κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἷναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς καρδίας μὴ εἶναι τοιοῦτον, ἐμφωλεύοντας κεκτημένος λογισμοὺς πονηρούς. Τοιοτον καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ· Ὧν ὁ ἕπαανος οὐκ ἐξ ἀνθρώπων, ἀλΤʼ ἐκ Θεοῦ. Οἱ γὰρ ἄνθρωποι οὐκ ἀξίως ἐπαινοῦσι, τὸ φαινόμενον μόνον βλέποντες· ὁ δὲ Θεὸς καὶ τοῦ ψεκτοῦ τὴν κρίσιν, καὶ τοῦ ἐπαινετοῦ τὸν ἔπαινον ἀξίως ποιεῖ.

Στίχ. Ϛ΄. Πορευόμενοι ἐν πάσας ταῖς ἐντολας καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.

Στίχ. ζ΄. Καὶ οὐκ ἧν αὐτοῖς τέκνον· καθότι Ἐλισάβετ ἦν στείρα, καὶ ἀμφσότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.