Scholia in Matthaeum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. με΄. Τίς ἄρα ἐστὶν ὀ πιστὸς δοῦλοι καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ;

(19) Τάχα παροξύνων εἰς τὸ ζητῆσαι ἕνα τινὰ σπάνιον. Τῇ γὰρ τοῦ ἄρα ἀμφιβολίᾳ τὸ σπάνιον ἔδειξε τοῦ τοιούτου οἰκονόμου, καὶ οὐκ ἄλλον αὑτοῦ τὸν πιστὸν καὶ φρόνιμον οἰκονόμον εἰδὼς, κατασταθμαζό. μενον ἐπὶ τοῖς τοῦ Πατρὸς ἔργοις, λέγω δὲ ἐπὶ τῇ ἀνθρωπότητι. Ὡς γὰρ περὶ ἑτέρου λέγει, ἐπισκιάζων αὐτὸ τῇ ὑπερβολῇ τῆς σοφίας. Δοῦλον δὲ ἑαυτὸν εἶπε διὰ τὸ μορφὴν δούλου λαβεῖν. Ὅρα δὲ εἰ μὴ τοιαῦτα ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεὶ ὁ λόγος φρονίμως ἑκάστῳ τὰ κατʼ ἀξίαν χρῆσθαι, καὶ ἐπιστημόνως τὰς πνευματικὰς διατάσσειν τροφὰς καιρῷ ποσότητος, ποιότητος. Τὸ δὲ, Τίς ἄρα, εἶπεν, οὐχ ὡς ἀγνοῶν, ἀλλʼ ἵνα μὴ περιεργάζωνται. Ἁρμό ζεῖ δὲ ὁ λόγος καὶ κατὰ παντὸς τοῦ ἐμπιστευθέντος τι παρὰ τοῦ Θεοῦ, εἴτε χρήματα, εἴτε ἀρχὴν, εἴτε δυναστείαν ἄλλην τινά. Δεύτερον δὲ ἀπαιτεῖται ὁ οἰκονόμος πίστιν καὶ φρόνησιν, ἵνα μήτε κλέψῃ τὰ δεσποτικὰ, ἀλλὰ καὶ δεόντως αὐτὰ οἰκονομήσῃ. Ἤ τὸν ἔχοντα πρὸς Θεὸν ἀγαθὴν συνείδησιν, καὶ μὴ ἀφιστάμενόν τινος τῶν δεόντων. Καὶ τὸν ὀρθῶς διδάσκοντα λέγει πιστόν. Φρόνιμον δὲ τὸν μὴ παραφερόμενον ταῖς τῶν αἱρετικῶν μωρολογίαις, ἀλλὰ διακρίνοντα τὸ ἀκριβὲς τοῦ λόγου, ἢ τὸν μὴ πειρόμενον [*]((15) Οἶς. arie ὧν, vel ἐν οἶς. Ema.) [*]((1o) ore ῇ.) [*]((17) Locus mnpeditus.)

304
ἁμαρτίαις, διὰ τὸ μὴ (20) ποικίλον καὶ πολύτροπον τῶν ἀνθρώπων. Τὸν εἰδότα πότε δεῖ ἐλέγξαι, ἢ ἐπιτιμῆσαι, ἢ παρακαλέσαι, ἢ διδάξαι· καὶ τίνας μὲν ποτίσαι δεῖ γάλα, τίσι δὲ μεταδοῦναι τῆς στερεᾶς τροφῆς.