Scholia in Matthaeum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στ. κα΄. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος, εἶπε· Κύριε, ποσάκαις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις Δύο συνημμένοι ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, σῶμα [*](7_12 Rom. XI, 25. 12 Matth. XIII, 50.) [*]((10·) Τοιούτων. Forte τοιοῦτον, ut et interpres Fegisse videtur. Edit.) [*]((11) Ἀσέμνους. Forte ἀσέμνως. Εdit.) [*]((11*) Vulgo συνηγμένοι. Hic et in seqq. confer edita.)

300
καὶ πνεῦμα, μὴ ἀντιστρατευόμενα· ὑποταγέντος μὲν τοῦ σώματος, τοῦ δὲ πνεύματος μεταδιδόντος αὐτῷ θείας ζωῆς· τρεῖς δέ τε (13) ὁλόκληρον, πνεῦμα, ψυχὴ, σῶμα, τηρεῖ τῇ παρουσίᾳ Χριστοῦ· Ἤ αἱ δύο διαθῆκαι, ὅταν ὁ συναγωγεὺς αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον ἐν αὐταῖς ᾗ· τρεῖς δὲ, νόμον, προφήτας, Εὐαγγέλιον· ἢ θυμὸν καὶ ἐπιθυμίαν, καὶ λογισμόν· ἢ τὴν κλῆσιν καὶ ἐκλογὴν, καὶ τὸ εἰς πρώτην τιμὴν τασσόμενον γένος μεθʼ ἡμῶν. Τήρει δὲ, ὅτι οὐκ εἶπεν ἔσομαι, ἀλλʼ εἰμί. Ὡς Θεός γὰρ πανταχοῦ ὢν, ἐν μέσῳ ἐστὶ τῶν διʼ εὐσεβείας συναπτομένων. Ἡ γὰρ πανεπίσκοπος τοῦ Θεοῦ δύναμις ἀμέριστος μεριστὴ γίνεται τοῖς ἀξίοις.

Ἐπειδὴ τῶν εἰς ἡμᾶς πταισμάτων ἡμεῖς κύριοί ἐσμεν τοῦ συγχωρεῖν, οὐ μὴ (14) τῶν εἰς Θεὸν φθατόντων εἰ μὴ αὐτὸς ὁ Θεός· διὰ τοῦτο εἶπεν ὁ Πέτρος τὸ, εἰς ἐμέ. Ἐρωτῶν γὰρ, ἕως τίνος χρεία μὴ μνησικακεῖν, ὡς μέγα προσέθηκε τὸ, ἑπτάκις. Ὁ δὲ Κύριος, τὸ ἄπειρον σημαίνων τῆς ἀνεξικακίας, εἶπεν τὸ, ἑβδομηκοντάκις ἑπτά· τουτέστιν· Ὁσάκις ἁμάρτῃ εἰς σὲ, ἐὰν μετανοῇ, ἄφες αὐτῷ.

Ἐπειδὴ ἐπὶ τῶν ἀφοριζομένων μέτρον ὥρισεν ὁ Χριστὸς, οὐ μὴν καὶ ἐπὶ τῶν μετανοούντων, εἰκότως ἐρωτᾷ ὁ Πέτρος τό· Ἕως πόσου δεῖ δέχεσθαι τὸν μετανοοῦντα; Ὅρα δὲ εἱ δύναται· Ἐπεὶ ὁ μὲν ἓξ ἀριθμὸς ἐργατικὸς καὶ ἐν γενέσει κόσμου, ὁ δὲ ἑπτὰ ἀναπαύσεως· ὁ μὲν τὰ τοῦ κόσμου καὶ ὑλικὰ ἀγαπῶν, ἐξαμαρτάνων τέλος ἔχει τὴν ἑβδομάδα· ὅπερ νοήσας ὁ Πέτρος, συγχωρεῖν θέλει ἐν τῷ ἑπτά. Ὁ δὲ Κύριος ἐπιτείνει τοῦτο ἐν τῷ αὐτῷ τρόπῳ, ἀναλόγως γὰρ μονάδος πρὸς δεκάδας καὶ ἑκατοντάδας, ὡς τὸν ὑπερβάντα τὰ κοσμικὰ μηκέτι ἔχειν ἄφεσιν τῶν ἁμαρτημάτων· ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε εἴτε βραδὺ (15), εἴτε τάχιον.