Scholia in Matthaeum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(6) Στιχ. μδ΄. Ὁμοία ἐστὶν ὁ βασιλεία τῶν οὐρανῶν θησαυρῳ, κ. τ. λ.

Καθʼ ἑτέραν δὲ ἐκδοχὴν εἴη δʼ ἂν, ἀγρὸς μὲν ἡ [*](3 Lnc. XII, 32. ⁴ Joan. XVII, 12. ⁵ Rom. x, 20. 6 6 Matth. XV, 24.) [*]((6) æc quæ huc pertinemnt, occurrunt in cod. aXvI, inter expositiones in Lucam, p. 33 seqq. Ego versus ascripsi.)

296
Γραφὴ, πολλοῖς καταπεφυτευμένη ῥητοῖς νομικοῖς τε καὶ γραφικοῖς, καὶ ἱστορικοῖς· θησαυρὸς δὲ τὰ τούτοις ποικίλα ἐνόντα φανερά τε καὶ κεκρυμμένα νοήματα· καὶ Χριστὸς ὁ τίμιος τῆς Γραφῆς θησαυρός. Ἢ ἀγρὸς ὁ Χριστὸς, ἐν ᾧ Παῦλος λέγει ἐγκεκρύφθαι τοὺς ἀποκρύφους θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ. Τὰ οὐράνια τοίνυν πράγματα, καὶ ἡ βασιλεία τῶν οὐρανῶν ὥσπερ ἐν εἰκόνι γέγραπται ταῖς Γραφαῖς, αἵτινές εἰσι βασιλεία τῶν οὐρανῶν· ἡ δέ ἐστιν αὐτὸς ὁ Χριστὸς, οὗ ἡ γνῶσις κατὰ δύναμιν ἐν ἡμῖν ἐστιν· εὑρίσκεται δὲ διὰ τῆς πίστεως, καὶ ἀγοράζεται διὰ τῶν ἀρετῶν. Εὑρων οὖν τις τὸν ἐν. ταῖς Γραφαῖς θησαυρὸν τοῦτον, κρύπτει, μὴ, ἀκίνδυνον εἰδὼς τῶν ἀποῤῥήτων τοῖς τυχοῦσι μεταδιδόναι. Ἄπεισι δὲ κρύψας, ἀγοράσων τὸν ἀγρὸν ὁπόσου ἂν βούλοιτο· ὃν Ἑβραῖοι πρὶν ἐπιστεύθησαν, παῤ ὧν τοῦτον λαβὼν ὅστις κατʼ ἄλλην παραβολὴν ἀμπελών ἐστιν, ἴδιον πτῆμα τοῦτον ποιεῖ, πάντα πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτʼ ἦν, τῷ μηκέτι ζῆν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ.

(7) Οἵ γε μὴν περὶ μαργαριτῶν γράψαντες, φασὶν ἕξ εἶναι τὰς τούτων διαφορὰς, ὧν κρείττους οἱ κατʼ Ἰνδίαν ἐν κόγχαις γενόμενοι ἐκ δρόσου τῆς οὐρανίας. Οἱ ἥττους γοῦν μαργαρῖταί εἰσιν αἱ τοῦ νόμου καὶ τῶν προφητῶν, καὶ τῆς ἄλλης Γραφῆς ζητήσεις, ἃ ὁ ἐμπόνως ζητῶν, ἐμπορίας ἀποδιδόμενος, τὸν κρείττω τούτων ἀπάντων μαργαρίτην Χριστὸν ζητεῖ, πάντα ταῦτα καὶ παρόντα καλὰ ζημίας ἡγούμενος καὶ σκύβαλα πρὸς τὴν γνῶσιν τοῦ Χριστοῦ.

(8) Ἔτι σαγήνη ἐστὶν ἡ ἐκ τῶν παλαιῶν τῆς Γραφῆς λόγων πλοκὴ, ἢν ἀτελῆ δοκοῦσαν ὁ Χριστὸς ἐλθὼν τετελείωκεν. Αὕτη. εἰς τὴν τοῦδε τοῦ βίου ἐμβαλλομένη θάλασσαν, οὐ φύσεων συνάγει διαφόρων, ἀλλὰ γνωμῶν αὐτεξουσίων καὶ προαιρέσεων· ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγόμενον, ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν, ἢ τῶν κακιῶν ἐπιῤῥεπείαις. Δύναται δὲ ποὸς τούτοις τὸ ἐκ παντὸς γένους συναγόμενον δηλοῦν τὴν ἀπὸ παντὸς γένους κλῆσιν. Οὐκ ἂν δὲ τὴν σαγήνην ἑλκύσωσιν ἐπὶ τὸν αἰγιαλὸν, ἤτοι τὰ ἔξω τοῦδε τοῦ βίον πράγματα, οἱ ἄγγελοι, μὴ πληρωθεῖσαν τῷ πληρώματι τῶν ἐθνῶν· πλησθεῖσαν δὲ ἀναβιβάζουσι, καὶ ἕκαστον τῶν ὑπὸ τὴν σαγήνην καλῶν, εἰς τὸ οἰκεῖον τάγμα ἀποκαταστήσονται κατὰ τὰ ὀνομαζόμενα ἐνταῦθα αὐτῶν ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω βαλοῦσι. Τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρὸς, καθώς φησιν ὁ Σωτὴρ ἐν τοῖς ἐξῆς· οἱ μὲν γὰρ φαῦλοι τῶν ἰχθύων ἔξω ῥιπτοῦνται, οἱ δὲ τῶν ἀνθρώπων εἰς τὴν κάμινον τοῦ πυρός (9);

Στ. μζ΄. Πάλιν· Ὁμοία ἐστὶν ὁ βασιλεία τῶν οὐχανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν.

(10) Σαγήνης πλοκὴ νοητὴ ἡ ἐκ ποικίλων νοημα των παλαιὰ καὶ καινὴ Γραφή· Θάλασσα, ὁ κυματούμενος τῶν ἀνθρώπων βίος. Τὸ πᾶν γένος τὸ ποικίλον [*]((9) Hactenus cod. XXVII:.) [*]((10) Cont. Rue, tom. III, 455 E, et v superiorew.)

297
τῶν ἐν ἀνθρώποις προαιρέσεων, ἡ παντοίων ἐθνῶν κλῆσις. Ἐργάται σαγήνης, ὁ Κύριος καὶ οἱ προσελθόντες ἄγγελοι διακονεῖν αὐτῷ. Ἀγγεῖα αἱ διάφοροι μοναί. Οὐκ ἀνάγεται δὲ ἡ σαγήνη, ἕως οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἤ οὕτως· Σαγήνη ἐστὶν ἡ ἀποστολικὴ διδασκαλία, ἡ ἀδιακρίτως συλλαμβανομένη Ἰουδαίους καὶ Ἕλληνας, βαρβάρους, Σκύθας, δούλους, ἐλευθέρους, πονηροὺς καὶ ἀγαθούς. Θάλασσα, ὁ τῶν ἀνθρώπων βίος. Αἰγιαλὸς, τὸ τέρμα τούτου. Ἐν δὲ τῇ συντελείᾳ, ὅτε ἀνασπᾶται ἡ σαγήνη, ἀφορίζονται ἀπὸ τῶν φαύλων οἱ ἀγαθοὶ, οἱ μὲν τιμώμενοι, οἱ δὲ κολαζόμενοι. Οὐ γὰρ πάντων τῶν πιστῶν ὅμοιος ὁ τρόπος. Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι ἔξω μόνον βάλλονται οἱ ἄπιστοι καὶ πονηροὶ, ἐσήμανεν, ὅτι εἰς διηνεκῆ κόλασιν παραπέμπονται· Καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός, καὶ τὰ ἑξῆς.