Scholia in Matthaeum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στιχ. ια΄. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.

Στιχ. ιβ΄. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουαιν αὐτήν.

Φαμὲν τὸ μικρότερον περὶ αὐτοῦ λέγειν τοῦ Χρισποῦ· μικρότερον δὲ κατὰ τὴν δόκησιν τῶν ἀκουόντων. Τὸ δὲ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, δηλοῖ ἐν τοῖς πνευματικοῖς, καὶ ἐν τοῖς κατʼ οὐρανὸν ἅπασι καὶ θεῖκοῖς μείζονα ὑπάρχειν ἐκείνου τὸν Χριστόν. Οὕτως δὲ ἀναγνωσόμεθα, ὅτι, Μικρότερος· εἶτα, μικρὸν διαλιπόντες, ἐποίσομεν τὸ, Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἡ δὲ βασιλεία α. ν οὐρανῶν αὐτός ἐστιν ὁ Χριστὸς, προτρεπόμενος πάντας εἰς μετάνοιαν, καὶ ἕλκων εἰς ἑαυτὸν διὰ τῆς χάριτος.