Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὁ δὲ καθαρὰν ἔχων τὴν διαπνοὴν, καὶ διὰ τῆς αἰσθήσεως τοῦ θείου λόγου δυνάμενος ὀπίσω αὐτοῦ εἰς ὀσμὴν μύρων αὐτοῦ δραμεῖν, μυκτήρ ἐστιν αἰσθανόμενος εὐωδίας πνευματικῆς· σκοπεύων εἴ τι ἐπιφανὲς ἐν ἔθνεσι δόγμα δοκεῖ· Δαμασκὸς γὰρ τὰ ἔθνη παρίστησι· τοῦ δὲ ἐπιφανοῦς καὶ καλοῦ τὸ πρόσωπον σύμβολον· ὁ δὲ λίβανος ἀναφέρεται ἐπὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ· ὁ δὲ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρ μηνεύεται· γινώσκει δὲ περιτομὴν ὁ μετὰ παῤῥησἱας [*](Psal. v, 13. ⁴7 Prov. IX, 5.)

284
λέγειν δυνάμενος· ἡμεῖς ἐσμὲν ἡ περιτομή· ἀπὸ ὁὲ τῆς κεφαλῆς, τουτέστι Χριστοῦ, ἐπίγνωσις πνευματικῆς ἐγεννήθη περιτομῆς.

Τί ὡραιώθης καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου; τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσι· διότι ὑψηλόν σου τὸ φρόνημα· καὶ οὐδὲν τῶν γηΐνων ἐπιφερόμενον.

Ὅτι ταῦτά φησιν ὁ νυμφίος ἀποθαυμάζων αὐτῆς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν· ὡς γὰρ ἡ τῶν στοιχείων εὐκρασία σωμάτων ὑγείαν ἐμποιεῖ, οὕτως ἐκ τῶν ὁρμῶν καὶ ἐκκλίσεων, ὑγεία πως καὶ κάλλος ἐπιγίνεται τῇ ψυχῇ· ὡς δὲ αἰσχρά τίς οὖσα διὰ κακίαν ἡ νύμφη, μετέβαλεν ἐξ ἀρετῆς εἰς ὡραιότητα, οὕτως οὗσα πικρὰ, γέγονεν ἡδίστη τε αὐτῷ καὶ γλυκεῖα· φησὶ τοίνυν, ὡς ἐν ταῖς σωματικαῖς τρυφαῖς ἡ πολυτελὴς εὐωχία περιπόθητος, οὕτω τοῖς τὴν πνευματικὴν τρυφῶσι τρυφὴν, ἡ ἀγάπη· τῆς δὲ σοῦ ἀντωνυμίας κειμένης παρὰ τοῖς ἄλλοις, λέγοι ἂν, τῇ ἀγάπῃ ἐντρυφᾷς πλέον τῶν ἅλλων τοῦ πνεύματος καρπῶν· ὡς πάντα διʼ αὐτὴν στέγειν πάντα ὑπομένειν· ὥσπερ δὲ σωμάτων ἐστὶ βραχύτης (8), καὶ μέγεθος ἑτέρων, οὔτω καὶ ψυχῆς ἀναλόγως οἷς διαπράττεται.

Ἥγουν τὰ νοήματά σου, φησὶν, τρόφιμά τε καὶ πότιμα, καὶ οὐδαμῶς ὀμφακίζοντα.

Εἷτα ἀναβήσομαι ἐν τῷ φοίνικι· κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες ἀμπέλου· καὶ ὀσμὴ ῥινός σου ὠςμῆλα, καὶ λάρυγξ ὡς οἶνος ἀγαθός, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος ἐν χείλεσί μου ὀδοῦσιν.

Ἀπεικασθεῖσα φοίνικι, φοίνικα τὸν νυμφίου καλεῖ, τὸ ὕψος καὶ μέγεθος τοῦ λόγου κατανοήσασα· ἐφʼ ἂ καὶ ἤλπισεν ἀνελθεῖν ἐπὶ τέλει τῶν ἀσμάτων· ὅτε τελεία ἐστὶν ἡ νύμφη· ὅτε καὶ ἀντιλήψεται τῶν τοῦ νυμφίου μασθῶν, δηλούντων τὰ πυκνώματα· διὸ καὶ ἀμπέλου βότρυσιν ἀπεικάζονται· περὶ ἧς εἶπεν ὁ Σωτήρ· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· τὰ δὲ ἐκ τῶν τοῦ λόγου κρυπτῶν ἐκπορευόμενα, ἐπὶ τοσοῦτον ἰθύνει τε καὶ εὐφραίνει, ὥστε λέγειν ὅτε δεῖ, καὶ οἷς δεῖ, καὶ ὅσου δεῖ· τὰ μὲν γὰρ χείλη τὸν λόγον· οἱ δὲ ὀδόντες τὴν ἐχεμυθίαν ἐμφαίνουσι· κατὰ τὸ, « τῷ στόματί σου ποίησον θύραν καὶ μοχλὸν, καὶ τοῖς λόγοις σου μέτρον καὶ σταθμόν· » τῶν δὲ τοιούτων οὐ μόνον ἀσφαλῆ τὰ νοήματα, ἀλλὰ καὶ τὰ χείλη αἰσθήσει δέδεται· οἷνος δὲ ὁ ἀγαθὸς, ὁ ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προσφερόμενος.

Ἐγὼ τῷ ἀδελφιδῷ μου· ἐπʼ ἐμὲ ἡ ἐπιστρορὴ αὐτοῦ.

Τελειωθείσης ὁ λόγος, ὅτι μηδαμοῦ παντοδαπῆ ἀνάπαυσιν εὑρήσει, ὅπου ἑαυτὸν ἐπιστρέψει, ὡς παῤ ἐμοί Ἐλθὲ, ἀδελφιδέ μου· ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθῶμεν ἐν κώμαις· ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἔδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισ μὸς, ἤνθησαν αἱ ῥόαι.

Περὶ τῶν ὑποδεεστέρων ἡ νύμφη παρακαλεῖ· ὡς ἐκ τῶν ἐνδοτάτων καὶ μακαρίων διατριβῶν εἰς τὴν τούτων ἐπισκοπὴν ἐξελθεῖν· οὗτοι γὰρ ἀγρὸς καὶ κῶμαι καὶ ἀμπελῶνες καὶ ῥόαι

[*](48 Joan. XV, 1. 49 Eecli. v, 14; XXIII, 13; Psal. CXL, 3.)[*]((8) Βραχύτης. Ita corrigendum duximus quod in antea editis legebatur βραχύ τις. EDIT.)
285

Εὑροῦσα ἔξω φιλήσω σε· καί γε οὐκ ἐξουδενώσουσί με· ἰπαραλήψομαί σε· εἰσάξω σε εἰς οἶκον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου.

Εὑρίσκουσα γὰρ αὐτὸν τῆς ἄνω περιωπῆς ἐκβάντα, περιεπτύξατο αὐτόν.

Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι (9) τοῦ ἀγροῦ, τί ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ;

Ἤδη δεύτερον ὥρκισεν· ἀλλʼ ἀμφιβάλλουσα προετίθει τὸ ἐάν· νῦν δὲ διδάξασα τὸ εἶδος τῆς ἐγέρσεως τῆς ἐξεγέρσεως καὶ τῆς ἀγάπης οἱονεὶ παρίστησιν, ὅτι ὁρκοῦσα ὑμᾶς κατὰ τῶνδε ὥρκισα, τὸ ἐγείρητε καὶ ἐξεγείρητε.

Θές με ὡς σφραγίδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγίδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾄδης ζῆλος.

Προτρέπεται αὐτὴν ὁ νυμφίος πᾶν νόημα καὶ πρᾶξιν μορφῶσαι τῷ ἑαυτοῦ χαρακτῆρι· ποιεῖν δὲ ταῦτά φησιν τὴν ὡς θάνατον κραταιὰν ἀγάπην· πάντα γὰρ στέγει, πάντα ὑπομένει· διὸ καὶ κραταιὰ κατὰ θάνατον νεκροῦντα τὴν ἁμαρτίαν· ἤγουν ἐπειδὴ πάντων ἐκράτησεν ὁ θάνατος, διὰ τὸ ἐν τῷ Ἀδὰμ πάντας ἀποβνήσκειν· καὶ ὁ ᾄδης ὁμοίως· τοιαύτη, φησὶν, ἡ ἀγάπη καὶ ὁ ζῆλος· ὅν δεῖ ζηλοῦν τῷ Θεῷ, σκληρὸς κατὰ τῶν ἁμαρτανόντων ὑπάρχων, ὡς ὁ τοῦ Ἡλίου καὶ τοῦ Φινεές· ἢ τοῦτο λέγει ὁ νυμφίος πρὸς αὐτὴν, θές με ὡς σφραγίδα πρὸς τὸ σφραγίζειν τὰς ἐνθυμήσεις σου καὶ τὰς πράξεις σου, καὶ ἕως θανάτου ἀγωνίσαι ὑπὲρ τῆς ἀληθείας· καὶ ἐν τῷ ᾄδῃ δὲ τὸν Χριστὸν ἐζήλωσαν οἱ Ἰουδαῖοι, ὑποφθείραντες τοὺς στρατιώτας. Ἀδελφὴ ἡμῶν μικρὰ, καὶ μαστοὺς οὐκ ἔχει.

Ὅτι μικρὰ ἡ τοῦ ἀνθρώπου ψυχὴ, καὶ ἐπὶ γῆς ἔτι ἐπισκευαζομένη τοῦ Θεοῦ Ἐκκλησία, καὶ νοήματα (τοῦτο γὰρ οἱ μαστοὶ) μήπω ἔχουσα, ἐπιδίδωσιν εἰς μέγεθος βίου καὶ νοημάτων· ἐπʼ ἂν τρανώσῃ τὰ νοήματα καὶ προφητικὰ θεωρήματα, ἢ τὴν σύμπνοιάν τε καὶ ἐνέργειαν χωρήσῃ δυνάμεως· αἳ καὶ ταῦτά φασι μετά τε προφη τῶν καὶ δικαίων πνευμάτων. Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῆς φωνῆς σου· ἀκούτισόν με· φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι, ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὅρη ἀρωμάτων.

Εἶδεν ἡ νύμφη τὸν νυμφίον ἀναπαυόμενον ἐν τοῖς κήποις, καὶ τοὺς ἑταίρους αὐτοὺς προσέχοντας αὐτοῦ τῇ φωνῇ ἦς ἤκουσεν αὐτή· καὶ βούλεται αὐτὸν ὀξέως καὶ διορατικῶς ὁρῶντα ἀπὸ τῶν τῇδε πραγμάτων ἐκκλῖναι, τάχει μὲν καὶ ὀξυδερκίᾳ, ὡμοιωμένον δορκάδι, νεβρῷ δὲ τοῖς τῶν πολεμίων ὡς ὄφεων καὶ σκορπίων καταφρονητικῶς ἔχειν, καὶ ἀνελθεῖν πρὸς τοὺς ἀνεστηκότας ὡς ὅρη, καὶ πάσης πνέοντας εὐωδίας· περὶ ὧν τὸ, οἱ θεμέλιοι αὐτυῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίος· καὶ ταῦτα κατὰ τοὺς Ἑβδομήκοντα καὶ Θεοδοτίωνα, καὶ τὴν πέμπτην ἔκδοσιν· ὁ μέντοι Ἀκύλας, ὁ καθήμενος ἐν κήποις, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ἡ κατοικοθσα ὡς λέγεσθαι τὰ πρῶτα πρὸς τὴν νύμφην [*](50 Psal. LXXXVI, 1.) [*]((9) Ἰσχύσεσι. Forte ἰσχύσι. Edit.)

288
ῥοῦς αὐτοῦ προσεκτικῶς αὐτῆς ἀκροᾶσθαι χαίροντας.