Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἵ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Διδυμεύουσαι δὲ ἄλλως, διὰ τὸ διττὸν τῆς νοήσεως τῆς τερητῆς (6) καὶ πνευματικῆς. Ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραῖα.

Ἤγουν ἔστω διάπυρος ἡ τοῦ λόγου παρασκευὴ ὡς κερδῆσαι τὸν ἀκροατὴν δυναμένη, ἢ καὶ τὸ ἔναιμον [*](31 Ephes. v, 14. 32 I Petr., 12. II Cor. II, 15.) [*]((6) Τερητῆς. Forte τηρητῆς. EDIT.)

272
καὶ ζωτικὸν δηλοῖ τῶν διὰ τοῦ χείλους ἐξιόντων ῥημάτων, οἱωνεὶ βαπτομένων ἐν τῇ ἀληθινῇ πόσει τοῦ αἴματος τοῦ Χριστοῦ.

Ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεως σου.

Προστίθησι τῷ τῆς σωφροσύνης ἐπαίνῳ, τὸν ἀπὸ τῆς σιωπῆς· ἐπισταμένης τῆς νύμφης καιροὺς λαλιᾶς ὡραίας καὶ ἐπαινουμένης σιγῆς· καὶ ἐπεὶ πιστὸς πνοῇ κρύπτει πράγματα καὶ ἡ νύμφη ἐν τῷ βάθει κρύπτει τὰ θεωρήματα τοὺς οἱονεὶ κόκκους τῆς ῥόας ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι σεσωματοποιημένον ἐν τῷ ἡγεμονικῷ· διὸ ἐπήγαγεν· Ἐκτὸς τῆς σιωπήσεώς σου· δηλῶν τὰ σιωπώμενα δόγματα ὡς κόκκους ῥόας ὑπὸ τὸ λέπυρον αὐτῆς.