Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἄνθος λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι καρπός· ἐν οὖν τῷ περιγείῳ τόπῳ πεδίῳ ῥηθέντι, ἄνθος ἐστὶν ὁ νυμφίος λόγος ὡς πρὸς τὰ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, μεταβαλεῖ τὸ ἄνθος εἰς τὸ γενέσθαι καρπός· καὶ ἐπεὶ μὴ πλέον χωροῦσι τοῦ ἄνθους, λέγει ἐπὶ γῆς· διὰ τοῦτο γέγονεν ὁ νυμφίος ὡς ἄνθος τοῦ πεδίου· ἑαυτὸν γὰρ ἐκένωσε, μορφὴν δούλου λαβὼν, πρὸς τὸ δυνηθῆναι τὴν δόξαν αὐτοῦ μετὰ ταῦτα ἡμᾶς θεάσασθαι· μήποτε δὲ τοῖς μὲν εὐγενεστέροις καὶ ὁμαλέσι πεδίοις ὀνομαζομένοις, ἄνθος ἐστὶ, τοῖς δὲ τούτων κατωτέροις καὶ κοιλωτέροις κρίνον· ταῦτα φήσας ὁ νυμφίος παραβάλλει τὴν [*](15 Joan. XII, 3. 16 I Cur. VI, 15. 17 Philipp. II, 7.)

261
πλησὶον αὐτοῦ ἄλλαις θυγατράσι ταἴς λοιπαῖς ψυχαῖς, αἴτινές εἰσιν ἄκανθαι ταύτῃ παραβαλλόμεναι. Τοιαῦται δὲ αἱ μὴ πλησίον τοῦ νυμφίου ψυχαί· ἡ δὲ πλησίον κρίνον ἐν μέσῳ διαλάμπον αὐτοῦ.

Ὡς μῆλον ἐν τοῖς ξύλος τοῦ δρυμοῦ, οὕτως ἀδελφεβοῦς μου ἀνὰ μέσον τῶν υἱῶν· ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ ἐν τῷ λάρυγγί μου.

Ἔπρεπε τῇ νύμφῃ τοῦ κάλλους ὅλῃ τοῦ νυμφίου γεγενημένῃ, περὶ αὐτῆς μὲν λέγειν οὐδὲν, πρὸς οἷς δὲ ὁ νυμφίος ἔφη περὶ ἑαυτοῦ, μήλῳ παραβάλλειν αὐτόν· τοὺς παῤ αὐτῶν δὲ υἱοὺς, ξύλοις δρυμοῦ· ὑπερβολῇ δὲ τοῦ πόθου, τὸ καὶ σκιᾶς ἐπιθυμεῖν τῆς αὐτοῦ, καὶ παραπέμψαι τῷ βάθει τὴν τούτου ποιότητα· ἔοικε δὲ ταῦτα λέγειν πρὸς τὰς νεάνιδας, ὡς πρὸς τοὺς ἑταίρους ὁ νυμφίος τὰ πρῶτα· υἱοὺς δὲ, ἢ τοὺς ἑταίρους λέγει οὔς παραθέει τοῦ νυμφίου ξύλοις ἀκάρποις παρείκασεν, ἢ τοὺς ἀλλοτρίους αὐτοῦ. Ὑπὸ σκιὰν δὲ αὐτοῦ ἐπεθύμησέ τε καὶ κεκάθικεν· λέγει δὲ καὶ Ἱερεμίας ἐν Θρήνοις· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν· οὗ εἴπωμεν Ἐν τῇ σκιᾷ αὐτοῦ ζησώμεθα ἐν τοῖς ἔθνεσι· πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτἰα ἡ σκιὰ αὐτοῦ γενέσθαι, γενομένοις ἐλευθέροις τῆς τοῦ νόμου σκιᾶς; Σκιὰν γὰρ εἰχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, μηκέτι οὖσιν ὑπὸ νόμον, ἀλλʼ ὑπὸ χάριν, εἰ καὶ νῦν ἐσμεν ὑπὸ σκιὰν πολλῷ διαφέρουσαν· μετὰ τὸν παρόντα γὰρ βίον, οὐκ ἔτι διʼ ἐσόπτρου καὶ αἰνίγμαει, ἀλλὰ πρόσωπον πρός πρόσωπον τὴν ἀλήθειαν θεωρήσωμεν· λέξει δὲ καὶ ἡ νύμφη, Ἔως οὗ διαυγάσῃ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί· ἔστι γὰρ ὁ βίος ἡμῶν ὡς σκιὰ, καὶ ἐν σκιᾷ θανάτου ὁ ἐξ ἐθνῶν ἐκαθέζετο, καὶ οἱ ἀπιστοῦντες ἔτι καθέζονται.

Εἰσαγάγετέ με εῖς οἶκον τοῦ οἴνου.

Ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου φησὶ τοὺς ἁγίους ἀγγέλους ἢ ἀποστόλους τε καὶ προφήτας· μονονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ.

Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.

Ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν· Ἐπανακλίνατέ με οἰνὰνθη, τοὐτέστιν εὐώδεσι δένδροις, τοῖς καλὸν καρπὸν ποιοῦσιν, ἀνθοῦντα· τῶν φαύλων λεγομένων δένδρων ἀκάρπων ἢ κακοκάρπων ὄντων· τινὰ δὲ τῶν ἀντιγράφων ἔχει· Στηρίσατέ με ἐν ἀμύροις· ὂ νοητέον, ἢ πιστοὺς μὲν, οὐ μὴν ὡς χρηματίζειν μέλη τῆς μὴ ἐχούσης σπἴλον ἢ ῥυτίδα, ἢ ἀλλοτρίους τῆς πίστεως χρηστούς· τὸ δὲ, στοιβάσαυέ με ἐν μήλοις, σαφηνίζων ὁ Σύμμαχος, περικυλίσατέ με μῆλα, εἶπε· βούλεται γὰρ ἡ νύμφη ἐν πολλοῖς περικυλιομένοις αὐτὸν μήλοις ἀναπαύεσθαι· ἅτινα οἶμαι καρπός ἐστι τοῦ μήλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ νυμφίου, ἵνα τῆς αὐτῶν μεταλάβῃ ποιότητος· Τέτρωμαι γὰρ φίλτρῳ, φησὶ, κατὰ τὸν Σύμμαχον· ἀπὸ τοῦ ἐκλεκτοῦ βέλους, κατὰ τὸν Ἡσαΐαν.

[*](18 Thren. IV, 20. 19 Hebr. x, 1. 20 Rom. VI, 14 21 l Cor. XIII, 12. 22 Cant. II, 17. 23 Isa. XLIX 2.)
264

Φωνὴ τοῦ ἀδελφιδοῦ μου, ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς.

Τοῦτό τινες τοῖς προλαβοῦσιν ἀπέδωκαν, τὸ δὲ Ἐβραϊκὸν ἐξ ἰδίας τάττει περικοπῆς· καὶ δῆλόν ἐστιν ὡς ἡ νύμφη διαλεγομένη ταῖς θυγατράσιν Ἱερουσαλὴμ, αἰφνίδιον αἰσθάνεται τῆς τοῦ νυμφίου φωνῆς, διαλεγομένου τισὶν ὡς εἰκός· ἧς αἰσθανομένης ἐπὶ τῶν ὀρῶν καὶ τῶν βουνῶν τῶν παρακειμένων τῷ τόπῳ τῆς νύμφης διαλέγεσθαι, ὡς μηδὲν ἀπᾴδειν νεβρῷ· εἶτα σπουδῇ τῇ περὶ τὴν νύμφην, ἐγένετο πλησίον τοῦ οἴκου καὶ παρέφηνεν ὄπισθεν αὐτοῦ· εἶτα πηδήσας μέχρι τῶν τοῦ οἴκου φθάνει θυρίδων, ἐρωτικῶς ὤσπερ ἐθέλων εἰς αὐτὴν παρακῦψαι· ἐγγὺς δὲ τῆς οἰκίας ἔνθα ἡ νύμφη, δίκτυα πολλὰ ἐπενέδρα τῆς νύμφης καὶ τῶν περὶ αὐτὴν ἐκπεπέτασται, ἅπερ διακόψας ὁ νυμφίος ὡς ἰσχυρότερος, διέκυψε διʼ αὐτῶν· καὶ καλεῖ τὴν νύμφην πλησίον ἐλθεῖν· παραθαῤῥύνων ἔργῳ τῶν δικτύων καταφρονεῖν ,ὡς ἤδη σχισθέντων, καὶ τοῦ χαλεποῦ δι᾿ αὐτῶν παραδρα μόντος καιροῦ, ὃν χειμῶνα καλεῖ, ἀνωφελῆ φέροντα καὶ σφοδρὸν ὑετόν· προτρέπεται δὲ καὶ διὰ τῶν καλῶν τοῦ παρόντος καιροῦ, ἄνθη λέγων ὡς ἐν ἔαρι καὶ θεραπείαν ἀμπέλων· τρυγόνος τε φωνὴν. καὶ συκῆς ὀλύνθους, καὶ κυπριζούσας ἀμπέλους διαγράφει· καὶ τὸν ἔνθα συναναπαύσεται τόπον· ἔνθα γενομένην ἐβούλετο αὐτὴν ὅλῳ προσώπῳ τῷ νυμφίῳ φανῆναι, καὶ τῆς ἡδείας αὐτῇ παρέχειν ἀκοῦσαι φωνῆς.