Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτου. Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησὶν, διʼ ἑαυτοῦ δὲ ὁμιλησάτω, κατʼ αἴσθησιν πνευματικήν· διʼ ἦς ὁ Ἰωάννης φησί· Καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς δωῆς· ταῦτα δέ φησιν ὡς τῶν προφητῶν εἰπόντων ἀκούσασα· Ἐπεθύμησεν δ βασιλεὺς τοῦ κάλλους σου· καὶ ἀλλαχοῦ· Ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφην, οὔτως εὐφρανθήσεται Κόριος ἐπὶ σοί. Ὁσάκις δέ τι ζητοῦντες θεῖον δόγμα καταλαμβάνομεν, καταπεφιλῆσθαι ἀπὸ τοῦ στόματος τοῦ νυμφίου νομίσωμεν ἐν ὅσῳ δὲ ἀποροῦμεν, ὑπολάβωμεν ἐχόμενοι λέγειν τὸ, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.