Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Τὴν σοφίαν ἐνταῦθα δισσῶς ἐπιλαβεῖν, τὴν ἐκ Πνεύματος ἁγίου φημὶ ἐν λόγοις καὶ γραφῇ δοθεῖσαν τοῖς θεόφροσιν, διʼ ἦς καὶ ἡ ἐπίγνωσις τοῦ Θεοῦ τῷ κόσμῳ ἐγνωρίσθη· ὡσαύτως δὲ καὶ τὸν ἐνυπόστατον Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, τὸν ἐξοὺκ ὄντα εἰς τὸ εἶναι παραγαγόντα τὰ σύμπαντα τῇ σοφίᾳ αὐτοῦ.

Θύματα ἐνταῦθά φησι τοὺς ὅσοι προφῆται τῇ παραινέσει Χριστοῦ σφραγισθέντες καὶ σφαγιαζόμενοι, διὰ τὸ κιρνᾷν αὐτοὺς τῷ τῆς γνώσεως κρατῆρι τὴν ὠς οἶνον ἡδὺν ἐπίγνωσιν αὐτοῦ τοῖς ἐχέφροσι· λέγων, Μὴ φοβηθῆτε ἀπό τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· καὶ γὰρ αὐτὸς αὐτοὺς ἐσφαγίασε, καὶ σφαγιάζει, διὰ τὸ παρακελεύειν αὐτὸς τοὺς εἰς αὐτὸν πιστεύοντας ὑπὲρ αὐτοῦ, ὡς αὐτὸς ὑπὲρ ὑμῶν ἀποθνήσκει.

Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλος Χριστοῦ, ὁ δὲ στὸς σοφία ἐστὶ, Παῦλος γὰρ ὁ ἀπόστολος δοῦλος τῆς σοφίας ἐστίν· ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ προφητῶν τὸν λόγον συνάξομεν, δούλους τῆς σοφίας αὐτοῦ ἀποδείξαντες.

Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακοὺς, ἀλλὰ περὶ θείου φόβου αὐτοὺς ὑπομιμνήσκειν, ὅστις αὐτοὺς ἀποστήσει τῆς κακίας· ἢ κακοὺς τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας, καὶ θέλοντας ἐλθεῖν πρὸς μετάνοκαν· ἀκμὴν δὲ κακοὺς ὄντας καὶ τυφλώττοντας ὑπόμενε· καὶ μὴ καθʼ ἓν σφάλμα ἔλεγχε, ἵνα μὴ εἰς μῖσος ἐκ προοιμίων ἔλθωσιν· ὅταν δὲ γένωνται σοφοὶ, καὶ στερεωθῶσιν, ἔλεγχε. Καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἔτι νέους ὄντας, οὐκ ἤλεγχε, διὰ τὸ μὴ τοὺς παλαιοὺς ἀσκοὺς εὐθέτους εἶναι πρὸς νέον οἶνον. Ἤ κακοὺς λέγει τοὺς ἄφρονας καὶ μωρούς· ἢ τοὺς πάντη ἀλλοτρίους τῆς θείας διδασκαλίας, οὓς οὐκ ἐλέγχειν, ἀλλὰ νουθετεῖν, δεῖ καὶ διδάσκειν· εἰ δὲ καὶ ἠλέγχοντο Ἀχαὰβ καὶ Ἡρώδης, ἀλλʼ ἤδη μετέσχον τοῦ θείου νόμου, εἰ καὶ παρέβησαν· διὸ καὶ τούτους δεῖ ἐλέγχειν. Ἤ ἔοικε ταῦτα πρὸς τοὺς τότε λέγειν, τοὺς νηπιωδεστέρους· ἐπεὶ τίνος ἕνεκεν ἤλεγχεν Ἰωάννης καὶ Παῦλος ; —Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· ὁ γὰρ εἰς πρόσωπον ἔλεγχος, ἀναισχυντότερον ποιεῖ τὸν ἁμαρτάνοντα· χρὴ δὲ ἡμᾶς ἐπὶ σοφῶν καὶ δικαίων τοῦτο ποιεῖν· ἀναμεταξὺ μὲν του ἐλεγχομένου καὶ ἐλέγχοντος, οὐκ ἐπὶ πολλῶν δέ.

[*](86 v. 22. 87 v. 36. 88 v. 1. 89 v. 2. 90 v. 3. 91 v. 8.)
188

Ὁ παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος, ναυαγήσας περὶ τὴν πίστιν, ὡς ὑπʼ ἀνέμῳ ἑαυτόν τε καὶ ἄλλους ποιμάνας, ἀπώλεσεν· ἀπέλιπε γὰρ τῶν ἐντολῶν τὰς ὀδοὺς, τοῦ εἰπόντος, Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός. — Ὁ μὴ συνάγων σὺν ταῖς ἀρεταῖς τὴν θείαν γνῶσιν, οὗτος οὐ συνάγει τῆς αἰωνίου βασιλείας τὴν ἀθάνατον εὐκαρπίαν· ἀκαρπία δέ ἐστι κακία καὶ ἄγνοια. Τῶν ὡς ἄρτων ζωτικῶν, θείων λόγων ἡδέως ἅψασθαι, καὶ τῶν ἐν τῇ κρυπτῇ τοῦ νοῦ θεωρίᾳ θείων νοημάτων.— Ἄρτοι εἰσὶ τῆς ψυχῆς αἱ ἀρεταὶ, αἵτινες καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν προσετάγησαν παρʼ ἡμῖν γίνεσθαι· τουτέστι νηστεία, ἐγκράτεια, προσευχὴ, καὶ τὰ ὅμοια· κρυφῇ δὲ, πρὸς τὸ μὴ θεαθῆναι αὐτὰ τοῖς ἀνθρώποις.