Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκε, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ ἢ τὴν ὑπὸ Θεοῦ κτιζομένην τὴν πνευματικήν.

Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας, ἐπάγει· Κρείσσων γὰρ σοφία λίθων παλυτε ἐῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περισχομένης ἐν τῇ σοφίᾳ (1), ἥπερ διὰ τοῦ Πνεύματος δίδοται, λόγος σοφίας· τὸ δʼ αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας.

Σημειπτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν, τὸν ἄδικον ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν.

Τουτέστι παρʼ ἐμοῦ τὸ εὔβουλον καὶ ἀσφαλές· ὅπου γὰρ τοῦτο, κἀκεῖνο· ὁρᾷς πανταχοῦ προτιθέμενα τὰ ἀσώματα τῶν σωματικῶν καὶ κρατοῦντα; Εἶτα εἰπὼν καὶ αὐτὸ τὸ βασιλεύειν διʼ αὐτῆς γινόμενον, ἐπήγαγε καὶ ὁ πολλῷ μεῖζόν ἐστι τοῦτο γὰρ βασιλεύειν, τὸ δύνασθαι δικαίως κεχρῆσθαι τῇ αρχῇ, βέλτιον· ἔνιοι δὲ, βασιλεῖς μὲν τοὺς ἁγίους καὶ μεγιστᾶνας· τυράννους δὲ, τοὺς ἔτι πολεμοῦντας τὴν σάρκα, καὶ τῶν παθῶν τυραννοῦντας.

Μείζω φιλίας εἰσάγει τὴν ἀγάπην ἐνταῦθα, ἡνίκα μὴ κατὰ τοῦ αὐτοῦ τάττεται· ἀμέλει τοῦ Σωτῆρος τῷ Πέτρῳλέγοντος, Ἀγαπᾷς με; τὸν προσδιαλεγόμενον εἰδὼς, τὸ ἦττον δίδωσιν ἑαυτῷ, τὸ, Ὅτι φιλῶ σε· τὸ δὲ τρίτον ἀκούσας, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὅτι τὸ ἦττον τρίτον αὐτῷ προσένειμε (2).

Ὅτι μόνος ὁ σοφὸς πλούσιος καὶ εὐκλεής· ἔστι γὰρ ἐν αὐτῷ κτῆσις πολλῶν καὶ γεννήματα σοφίας· ἃ καὶ σπείρων εἰς τὸ πνεῦμα, θερίζει ζωήν· ἔοικε δὲ διὰ τοῦ ἑαυτῆς λέγειν τὸν πλοῦτον, τοιοῦτόν τι λέγειν, ὅτι Οὐ χρεία σοι δαπάνης, οὐδὲ καινοτομίας, εἰς τὸν πρὸς ἐμὲ ἔρωτα, ἀλλʼ ἀρκεῖ τὸ φιλῆσαι μόνον, καὶ ἀνταγαπηθήσῃ. Ἀλλὰ μὴν, καὶ ὃ θαυμαστόν ἐστι, τὸ ἐν πλούτῳ εἶναι δικαιοσύνην, παρʼ ἐμοὶ καὶ τοῦτό ἐστι, καὶ τὰ ἄλλα πάντα ἀγαθά.

[*](79 v. 5. 80 v. 11. 81. v. 13. 82 v. 14. 83 v. 17. 84 Joan. XXI, 15-17. 85 v. 18.)
185

Οὐσία οὖσα ἡ τοῦ Θεοῦ σοφία, πρὸ σἰώνων γεγένηται, καὶ πρὸ κτίσεως ἀῒδιος ἦν· ὅτε δὲ σχέσιν πρὸς τὰ γεννητὰ ἐδέξατο, τότε ἀρχὴ τῶν ὁδῶν τοῦ Θεοῦ γέγονε τῶν ποιητικῶν καὶ προνοητικῶν· σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασιν ὧν γέγονεν ἀρχὴ, τουτέστιν ἡ πρὸς τὰ γεννητὰ σχέσις· ἡ δὲ σοφία ἀῒδιος, οὐσιωδῶς πρὸ αἰώνων παρὰ τῷ Θεῷ ὑπάρχουσα.

Ἀσέβεια μέν ἐστιν ἡ εἰς Θεὸν ἁμαρτία· ἀσεβεῖ δὲ καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ὁ σωρεύων κόλασιν τῇ ἑαυτοῦ ψυχῇ. τὴν τοῖς ἀσεβέσιν ἡτοιμασμένην· ἀκόλουθον δὲ καὶ τὸ ἀγαπᾷν θάνατον τοὺς σοφίαν μισοῦντας, εἴπερ ἡ σοφία ζωή.