Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ (1), κτᾶται αἷμα δίκαιον· οὗ στερισκομένη [*](36 v. 6. 37 Rom. VI, 22. 38 v. 8. 39 Prov. XVI, 24. 40 Ps. CXVIII. 103 41 v. 9. 41 v. 13 42 v. 17.)

180
ψυχὴ λογικὴ, λέγεται ἀποθνήσκειν· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστι δηλονότι καὶ αἷμα ἄδικον ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψι, καὶ τρεφόμενον τῷ ἄρτῳ τοῦ ψεύδους· καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις, τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοῖς θυσίαν τῷ μόνῳ Θεῷ, τὸ ἄδικον διαφθείρουσιν αἷμα· ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος· ἀλλὰ τοῦτο μὲν πάντως νῦν πέφυκε γίνεσθαι, ἀπʼ ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν νόσου ὑγεία τῶν παίδων, μετὰ τῆς ὑγείας ἀπʼ ἀρχῆς τικτομένων.

Διαβάλλων τὸ ψεῦδος ἀλλήλοις, αὐτοὺς εἰς διακρίσεις φέρει καὶ ἀντιδικίας· ἢ ἀδελφοί εἰσιν οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα, καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν· οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις· τὸ δὲ « ἐκκαίει, » ὡς οἷμαι, προστίθεται διὰ τοὺς ἐμπαθεῖς λογισμοὺς, ἀνάπτοντας θυμὸν μὲν, πρὸς ὀργὴν καὶ μῖσος ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας· τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασε τοῦ πονηροῦ βέλη πεπυρωμένα, τιτρώσκοντα τὴν ψυχὴν, καὶ θάνατον ἐργαζόμενα.

Τὴν μητέρα ἐπάγεσθαι προστάσσει, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα, ἡ μὲν κατὰ Θεόν· καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος· ἀλλʼ ἐπειδὴ οὐ δυνατὸν, αὐτὸν γνῶναι τὸν Θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι· ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ, οὐ βλέπει τὸ φῶς, ὅπερ ἕστὶ γνῶσις αὐτοῦ τοῦ Θεοῦ. Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς· καὶ τάχα λύχνος, ἡ Παλαιὰ Διαθήκη ἐστίν· ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς, ἡ Νέα Διαθήκη· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ τὸ φῶς τοῦ κόσμου· ἔλεγχος μὲν τῶν κακῶν, παιδεία δὲ τῶν ἀγαθῶν· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.

Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου.

Ἐὰν ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον κλέπτων, διʼ ἔνδειαν γνώσεως, ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ Σωτῆρος ἡμῶν γνώσεως καὶ σοφίας· ἀποτίσειν δὲ λέγεται ἑπταπλασίονα, τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεόν· καὶ πάντα τά ὑπάρχοντα αὐτῷ αἰσθητήρια δοὺς τῷ Θεῷ, ῥύσεται ἑαυτὸν ἐκ τῶν ἡτοιμασμένων τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ τιμωριῶν.

Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ, μοιχός ἐστι τοῦ διαβόλου τοῦ πρώτου γήμαντος τὴν κακίαν, καὶ ἀπʼ ἀρχῆς γεγονότος ἀνθρωποκτόνου· καὶ σὺν αὐτῷ ἀπώλειαν τῇ ψυχῇ αὑτοῦ περιποιεῖται.