Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Περίελε ἄφρονος ὁδὸν κακὴν, καὶ γνῶσιν ψευδῆ μακμὰν ποίησον ἀπʼ αὐτοῦ.

Ὁ μεταδιδοὺς ἄφρονι γνῶσιν, ὅμοιός ἐστι τῷ λίθον ἄτιμον ἐν σφενδόνῃ χρυσῇ προσπήξαντι· ἢ λίθον ἔντιμον ἐν σφενδόνῃ λιθοβολούσῃ λιθάσαντι.

Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθʼ ἔν ἐξέστησαν Θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται τῷ Θεῷ· Πὅσα γὰρ σὸρξ ὄψεται τὸ Σωτήρον τοῦ Θεοῦ. Προσεκτέον δὲ ἐνταῦθα, ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας, σάρκας ἀφρόνων ὠνόμασεν· οὕτω καὶ ὁ Κύριός φησιν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις, διὰ τὸ εῖἶναι αὐτοὺς σάρκας.

Ὁ ἀποβαλὼν, φησὶ, κακίαν αὐτοῦ, καὶ πρὸς αὐτὴν πάλιν ἐπιστρέψας, ὄμοιός ἐστι κυνὶ ἐσθίοντι τὸν ἴδιον ἐμετόν· οἶα ἦν ἡ τοῦ Λὼτ γυνὴ, καὶ πρὸς ὅν τὸ ἀκάθαρτον πνεῦμα ἐπέστρεψεν.

Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ, ἢ ἐν κλήρῳ· οὐ γὰρ ἐκ τῶν καθʼ ἡμᾶς τις τὴν δικαιοκρισίαν καὶ ἐλευθερίαν τῆς Ἐκκλησίας ἐποιήσατο· ἢ ἡμετέρα ἐστὶν, ἀλλὰ Χριστοῦ, διʼ ἤν ἔκρινε δικαιώσας ἑαυτὸν σφαγῇ δοθῆναι, καὶ χυθῆναι τὸ οἶμα αὐτοῦ ὑπὲρ αὐτῆς· οὕτω καὶ ὁ πᾶς τις Ἐκκλησίας οἴακας ἐγκεχειρίσθαι ἐπιθυμῶν, ὀφείλει ἑαυτὸν ἐκδοῦναι, καὶ τῆς κέρκου τοῦ πονηροῦ κρατῆσαι, καὶ τοὺς ὑπὸ τὴν αὐτοῦ κακίαν ἐλευθερῶσαι, καὶ εἰς τὴν τοῦ Χριστοῦ ἐπίγνωσιν προσαγαγεῖν.

Ὡσπερ ἐν ξύλοις τὸ πῦρ, οὕτως ἐν πονηροῖς λογισμοῖς θάλλει καὶ καίει ὁ πρὸς τὰ πάθη τοῦ νοῦ θυμός· ὅπου δὲ οὐκ ἔστι δίθυμος, τουτέστι δίψυχος. Δὐλʼ ἢ τῷ Θεῷ, ἢ τῷ μαμμωνᾷ, ἡσυχασθήσεται ἐξ αὐτοῦ τὸ ἐν τοῦ ἑτέρου· ἢ τὸ τοῦ Θεοῦ πρόσταγμα νικῆσαν, τὸ τοῦ πονηροῦ τακήσεται, καὶ τῇ κακίᾳ προσειρηνεύσει· ἐὰν δὲ τὰ δύο ἕλοιτο, καὶ τῆς ζωῆς ἐκπέσοι, καὶ τῶν προσκαίρων στερηθήσεται.

Χείλη ἐνταῦθα τοὺς λογισμούς φησιν· ὁ δὲ τὰ χείλη τοῦ νοῦ μὴ ἀνοίγων κατὰ τοῦ πονηροῦ, πρὸς τὸν Θεὸν ἐξομολογούμενος τὰ κακὰ, ὅσα ἐνσπείρειεν αὐτῷ κατὰ τοῦ Θεοῦ, ἀλλὰ κρύπτει, λύπῃ καλύπτει ἑαυτοῦ καρδίαν, ἐξ ἀφροσύνης μὴ νομίζων ἔχειν ἁμάρτημα ἐν τούτοις· οὐκ εἰδὼς τὴν τοῦ Θεοῦ εὐσπλαγχνίαν· ὅτι μᾶλλον τοῖς οὕτως ὑπομένουσι καὶ ἐξαγγέλλουσιν αὐτῷ ταῦτα, στεφάνους ἀπονέμει ὡς καθʼ ἑκάστην ἀθλοῦσι διʼ αὐτόν.