Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὥσπερ τὸ ἐκ χιόνος εκρεον ὕδωρ ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ, καὶ ἀναψύχει καύσωνα, οὕτως ὁ Θεὸς ἐπὶ τοῖς δεχομένοις τήν τε γνῶσιν καὶ σοφίαν, καὶ τὰ προστάγματα αὐτοῦ· καὶ ὥσπερ χιόνα τήκει καύσων, οὕτω κακίαν ψυχῆς, δικαίου παραίνεσις.

Ὥσπερ ἄνεμοι καὶ νέφη πλωτῆρσιν ἐπιφανέστατοι τοῦ μὴ ναυαγῆσαι, οὕτω τοῖς ἐν σοφίᾳ Θεοῦ ἡ ψευδὴς γνῶσις, τοῦ μὴ σὺν τοῖς καυχωμένοις ἐν αὐτῇ ἀπολέσθαι.

Ὥσπερ τῷ σώματι τὰ ὀστᾶ ἰσχὺς καὶ ἀσφάλεια ῥώμης, οὕτω τῇ ψυχῇ αἱ ἀρεταὶ πεφύκασι· συντρίβει δὲ ταῦτα τὰ ὀστᾶ μὴ παραφυλασσομένη ταῖς ἁμαρτίαις· τινὲς δὲ τὴν θυμώδη ψυχὴν ὠνόμασαν μαλακὴν, ἥτις συντρίβει τὰ ἑαυτῆς πρὸς Θεὸν πνευματικὰ ὀστᾶ, τὰ πεφυκότα λέγειν· Κύριε, Κύριε, τίς ὅμοιός σοι;

Κακοῦ ὁδὸς, ἡ κακία ἐστί· καὶ ποῦς παρανόμου. ἡ παρανομία ἐστίν· ἀπολεῖται δὲ ἐν ἡμέρᾳ τῆς κρίσεως· ἕξις διὰ τῆς ὁδοῦ, καὶ ἐνέργεια διὰ τοῦ ποδὸς νοηθήσεται.

Ὥσπερ τὸ ὄξος ἐν ἕλκει τοῦ ἀρχὴν σῆψιν ἔχοντος ἀσύμφορον, καίτοι βρώματος (21) ὄντος εἰς ἡδύτητα. οὕτω γυναικὸς θεωρία καὶ ὁμιλία καρδίαν σπαράσσει τοῦ πρὸς ἀρετὴν ἑαυτὸν ἐκδόντος καὶ ἀρχὴν ἔχοντος. Τὸ γὰρ προσπίπτον τῇ καρδίᾳ πάθος, ἡ κακία ἐστίν· ἧς κατὰ στέρησίν τινες ἀπαθεῖς ὀνομάζονται.—Λύπη ἐστὶ φθαρτὴ στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετὴ στέρησις ἀρετῶν καὶ γνώσεως Θεοῦ.

Ἄρτον ἐνταῦθα τὴν στερεὰν τῶν ἐντολῶν τῆς ψυχῆς τροφήν φησι· πόμα δὲ, τὴν θείαν γνῶσιν δηλοῖ· ἄνθρακας δὲ πυρὸς τὰς τοῦ παναγίου Πνεύματος δωρεὰς, τὰς φλογιζούσας καὶ καθαιρούσας τὰς τῶν ἀνθρώπων ῥυτίδας· ἄνθρακι γὰρ πυρὸς τῶν Ἡσαΐου σεραφεὶμ θίγει χειλέων ποτέ· ὁ δὲ καθηράμενος, Δικαιοσύνην [*](13 v. 14. 14 v. 15. 15 Psal. XXXIV,10. 16 V. 19.)

237
μάθετε, πᾶσιν ἐκραύγαζε· διὰ γὰρ ταύτης τῆς χρηστότητος καὶ εὐποιίας καθαρίζων αὐτοῦ τὸ ἡγεμονικὸν, τὰς πυρφόρους χάριτας τοῦ ἁγίου Πνεύματος ποιήσεις αὐτὸν βιασθῆναι, οὐ μόνον προσἀαβέσθαι, ἀλλὰ καὶ ζηλωτήν σου αὐτὸν ἐργάσῃ ἐν πάσῃ ἀγαθοεργίᾳ, ὡς προξένου σου γεγονότος αὐτοῦ ἐν πᾶσι τῷ Θεῷ φίλοις.

Τὸν διάβολον εἶπε πρόσωπον ἀναιδὲς, ἐρεθίζοντα τὴν ψυχὴν πρὸς κακίαν, καὶ ἐγείροντα, ὡς βορρᾶς νέφη, λογισμοὺς τῇ ψυχῇ πονηρούς· πανταχοῦ δὲ ὁ Σολομῶν γλῶσσαν τὸν νοῦν λέγει· τοῦτο οὖν τὸ πρόσωπον αίδεῖσθαι ἐν κρίσει οὐ καλβν.

Ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ Σατανᾶ, λογισμὸν ἀκάθαρτον, ἢ ψευδὲς δόγμα ὑποδεξαμενος· τὴν δὲ πηγὴν τῆς σοφίας φράσσοι τις ἀποστρεφόμενος τὴν γνῶσιν αὐτῆς, καὶ τὴν διέξοδον τῆς γνώσεως τοῦ Θεοῦ ἀποῤῥυπῶντὰ(22)·δὲ νοήματα τοῦ νοῦ, τὰ μὲν πτώματα λέγονται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις, καὶ ἄλλα περῖπατος, καί τινα αὐτῶν προσκόμματα ὀνομάζεται, καὶ ἄλλα σκληρὰ καὶ μαλακὰ, καὶ εὐώδη καὶ δυσώδη, καὶ γλυκεῖα καὶ πικρὰ, καὶ λεῖα καὶ ὀρθὰ, καὶ σχολιά· καὶ πάλιν, τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος, καὶ ζωὴ καὶ θάνατος· τὰ δὲ, νόσος καὶ ὑγίεια, καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια, καὶ πολλὰ ἕτερα ὀνόματα τίθησι ῥαφὴ, κατά τε τῆς ψυχῆς καὶ τῶννοημάτων αὐτῆς. λίγα δὲ ἐκε πολλῶν ἐστιν εἰπεῖν· ἔστι δὲ ταῦτα· νοῦν, ψυχὴν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱὸν, πνεῦμα, ὀφθαλμὸν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα, καὶ ἄλλα πλείονα ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι κατʼ εἶδος.

θουλὴν εἶπεν ἐνταῦθα τὴν ἐπὶ τὸ κρεῖττον ῥοπὴν τῆς καρδίας· ὅταν τις οὐκ ἐπικαλούμενος τὴν βοήθειαν τοῦ Θεοῦ ἐν ἑαυτῷ, εἰς βουλὴν ποιήσῃ τι ἀγαθὸν μετὰ σκέψεως, ἀλλὰ αὐθαδῶς καὶ ἀλαζονευόμενος ἄρξηται· οὐ τελεσθήσεται δὲ, ἀλλὰ συμπτωθήσεται ὁ ἐπιχειρεῖ, ὅτι οὐ περιετείχισεν ἑαυτὸν τῇ βοηθείᾳ τοῦ Θεοῦ εἰς βουλήν.