Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὁ οἶκος τῶν ἀρετῶν μετὰ θείας σοφίας οἰκοδομεῖται, καὶ μετὰ συνέσεως φόβου Θεοῦ καὶ γνώσεως ἀνορθοῦται.

Ὁ περὶ τὴν πίστιν, ἤ τινα τῶν ἀρετῶν ναυαγῶν, ἀκυβέρνητος πρὸς πόλεμον τῶν ἀντικειμένων δυνάμεων, τῇ τε θεολογίᾳ καὶ ταῖς ἀρεταῖς· ὁ δὲ μετὰ κυβερνήσεως πολεμῶν, ἔοικεν ἐπὶ γῆς νοῦν ἔχειν προηγεῖται δὲ τῆς τοῦ Θεοῦ βοηθείας, καρδία βουλευτικὴ, ἡ πάντα μετὰ βουλῆς ποιοῦσα· δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστι γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον, καὶ περὶ ἀγάπην, καὶ φιλαργυρίαν, καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας συμβαίνει ναυἀγιον· εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῖν ἐστιν βίος ἐπὶ τῆς γῆς· ἐὰν γὰρ θέλωμεν ἡμεῖς, ποντίζομεν αὐτοὺς ἐν προσευχῇ καρδίας, καὶ διανοίᾳ πρὸς Θεὸν τετραμμένῃ· ἐὰν δὲ μὴ θέλωμεν, ποντιζόμεθα· ἐὰν δὲ καὶ πολεμούμεθα ὑπʼ ἐκείνων, εἰ καὶ πολὺς καὶ σφοδρὸς ὁ πόλεμος αὐτῶν, οὐθέν ἐστι· νηστείᾳ μόνον καὶ ἐγκρατείᾳ περιφράξωμεν ἑαυτοὺς, καὶ ὡς ἀράχνην αὐτούς τε καὶ τὰ ὅπλα αὐτῶν συγκόψομεν· ἐὰν δὲ κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ὅπου εἰσὶ δύο ἢ τρεῖς, ἡ καρδία, ὁ νοῦς, καὶ ἡ ψυχὴ, συμφωνήσουσι δὲ ἐν ἐντολαῖς αὐτοῦ περιέχεσθαι, ὁ Κύριος μεθʼ ἡμῶν.

Πάντα γὰρ ὅσα πράττει ὁ Θεὸς νοοῦντες, καὶ ὅσα διδάσκει πράττοντες, κατʼ οὐδὲν παραβαίνουσι τὸν λόγον αὐτοῦ· πύλαι δὲ σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταὶ, καὶ ἡ τοῦ νοῦ θεωρία, διʼ ὧν εἰσέρχεται σοφία Θεοῦ· οὐκ ἐκκλίνουσι δὲ, οὕτε δεξιὰ οὕτε ἀριστερὰ, ὅτι λογίζονται ἐν συνεδρίοις εἶναι καλοῦ καὶ κακοῦ· καὶ τοῦ μὲν καλοῦ, ἀντιποιοῦνται, τὸ δὲ κακὸν προσακοντουσιν.

Τοῖς μὴ θέλουσιν ὑπὸ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν παιδευθῆναι, διὰ τοῦ ἐνεστῶτος θανάτου συναντᾷ ὁ αἰώνιος· ἄφρων δέ ἐστιν ὁ γλυκανθεὶς μὲν ἐν σοφίᾳ Θεοῦ, εἶτα καταλιπὼν αὐτὴν, τῇ δὲ ἀφροσύνῃ συνάξει· διὸ καὶ συναπέθανεν ταῖς ἁμαρτίαις· εἰ δὲ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ μέλλοντι αἰῶνι, ἕ ς ἂν ἐκλίπῃ ἡ κακία· τὸ γὰρ ἐμμολυνθήσεται, ἀντὶ τοῦ, διαφθαρήσεται· διαφθείρεται δὲ ἡ ἀκαθαρσία, ἤτοι ὑπὸ πρακτικῆς, ἢ ὑπὸ δριμείας κολάσεως.

Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας θείας γνώσεως, ἵνα μὴ ἀμελῶσι τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον· τοὺς δὲ ντεινομένους ἐξ ἀκακίας εἰς θάνατον, μὴ φείσῃ πρίασθαι τῷ ἰδίῳ αἵματι· ἐκπριοῦ (16) δὲ, διδοὺς χρήματα ἢ λόγον ὠφέλιμον, ἐὰν δὲ εἴπῃς οὐκ οἶδα τοῦτον, ἐλέγξει σε ψευδόμενον, καὶ ἔσῃ ἔνοχος δυσὶν, ἤγουν ψεύδει καὶ φόνῳ· ὁ γὰρ πλάσας πνοὴν, αὐτὸς [*](76 v. 5. v. 6. 78 Matth. XVIII, 20, 79 v, 7 v. 89 v. 9. v. 11.) [*]((16) Ἐκπριοῦ. Forte ἐκπρίω. ΕDIT. PATROL.)

228
οἶδε πάντα ὅσα ἀποδίδωσιν ἑκάστῳ κατὰ τὸ ποιόν· ἀγαθὸν ἀγαθῷ, καὶ πονηρῷ πονηρά· ὅτι γὰρ οὐ κατὰ τὸ ποσὸν, δῆλον · Οὐ γὰρ ἄβια τὰ παθήματα τοῦ νῦν καιροῦ πρός τὴν μέλλουσαν δόξαν· εἰ δὲ καὶ ἐπὶ ποσοῦ τις ἐκλαβεῖν ἐθέλοι, κατʼ ἀναλογίαν τῆς ἑκάστου δυνάμεως τὴν ἀνταπόδοσιν οἰέσθω· ὡς καὶ τὰ τοῦ Πνεύματος χαρίσματα κατʼ ἀναλογίαν τῆς πίστεως δίδοται.

Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων Γραφῶν ὠφελούμενος· ὁ δὲ ἀπʼ αὐτῶν ἐκβάλλων τῶν πραγμάτων τοὺς λόγους, ἀφʼ ὧν εἰλήφασιν ἅγιοι προφῆται καὶ οἱ ἀπόστολοι, ἐν τῷ ποιεῖν τε καὶ διδάσκειν, τρώγει κηρίον· καὶ τὸ μὲν μέλι φαγεῖν, τοῦ βουλομένου παντός· τὸ δὲ κηρίον, μόνου τοῦ καθαροῦ· ἢ καὶ μέλι ῥητέον τὴν ἀλληγορίαν· κηρίον δὲ, τὴν ῥητὴν ἐπίσκεψιν καὶ ἱστορίαν, πρὸς τὸ ἔχειν τὸν ἀποκεκρυμμένον νοῦν καὶ βαθύτερον, ἔνεστι γὰρ τῷ κηρίῳ μέλι· φάρυγγα δὲ τὴν θρεπτικὴν τῆς ψυχῆς δύναμιν, διʼ ἧς αἱ τροφαὶ παραπέμπονται εἰς τὴν κοιλίαν· ἐὰν οὖν ταῦτα κατορθώσῃς, τά τε κατὰ διάνοιαν, καὶ τὰ καθʼ ἱστορίαν, ἔσονταί σοι αἰσθήσει τῆς σοφίας αὐτὰ τὰ σοφὰ δόγματα· ἐὰν γὰρ εὕρῃς τὸν πνευματικὸν τῆς Γραφῆς νοῦν, ἔσται καλὴ ἡ τελευτή σου, ὡς λεχθῆναι· ΤίμιοςΤίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ · οὐκ ἀποβαλεῖς δὲ τὴν εἰς τὸ μέλλον ἐλπίδα.

Μὴ προτιμήσῃς τὸν διάβολον τῆς τοῦ Θεοῦ δικαιοσύνης, ἢν οἱ δίκαιοι νομεύονται· μηδὲ ἀπατηθῇς μωρολογίαις θανατηφόροις χορτάσαι σου τὴν καρδίαν σου, ὅ ἐστι κοιλία. — Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν Θεόν· οὗτος γὰρ νομὴ δικαίου, καὶ οὐ μὴ ἐγκαταλείψῃ σε.

Ἀποστρέφει μὲν ὁ Θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι. ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ· πᾶς γὰρ ὁ ἐπιχαίρων ἐπὶ ἀπολλυμένῃ ψυχῇ, ὅμοιός ἐστι τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ γὰρ|ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις νενομοθέτηκεν εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν ἡμῶν, ἤγουν τῶν ἀνθρώπων.

Ἡ μάχαιρα (17) δὲ τοῦ πνεύματος, ἥ ἐστι ῥῆμα Θεοῦ, οὐ σαρκίνη, ἀντὶ τοῦ οὐκ αἰσθητή· ὃς δʼ ἂν παραδοθῇ πταίσας αὐτῷ, συντριβήσεται ὀστᾶ ὑπὸ ὑπέρου τυπτόμενα· καὶ ἀφανισθήσεται ὀστᾶ ὑπὸ πυρὸς καυσούμενα· ἢ ὅς δʼ ἂν παραδοθῇ αὐτῷ εἰς μετάνοιαν, συντριβήσεται τῷ λόγῳ τῆς σοφίας αὐτοῦ ὡς σῖτος, εἰς τὸ γενέσθαι αὐτὸν ἡδὺν ἄρτον. — Τοὺς φθειρομένους καὶ παλαιωθέντας ἀνθρώπους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλίσκει ἡ μάχαιρα τοῦ Θεοῦ εἰς ἀφανισμὸν παντελῆ. Ἤ τοὺς ἐκ κακίας εἰς θεογνωσίαν ἐλθόντας ἀνθρώπους, σὺν νεύροις ἀναλίσκει ἐκ τῶν πράξεων τῶν πονηρῶν· ἵνα ἀποθέμενοι [*](88 Rom. VIII, 18, 84 v. 13. Psal. CXV, 15. 86 v. 15. v. 18. 88 Matth. v, 44.) [*]((17) Sequuntur perturhatὶ, ut in editionibus Bi- bliorum, versiculi, et capitula, Mac autem super re consulesis celebriora Bbha, Romuana in pmuis,)

229
τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσωνται τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα, ὃς καὶ ἄβρωτός ἐστι δαίμοσιν, ὑπὸ τοῦ Κυρίου καθαρισθεὶς, καὶ ἀπεχόμενος πάσης κακίας· ἐπάγει γὰρ, ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν· ἢ καὶ ὅτι συγκαέντα καὶ τεφρωθέντα λοιπὸν ἄβρωτα γίνεται τοῖς ἀετοῖς· περιπεφράσθαι γὰρ τοὺς ἐμοὺς λόγους, κ. τ. λ. —Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; Τὸν ταχύτερον ἀνέμου νοῦν ἡ πίστις συνήγαγεν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης ἐν τῇ γνώσει τοῦ Θεοῦ, καὶ δέδωκεν αὐτοῖς θεωίαν πνευματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς· ἡ γὰρ γνῶσις ἡ τοῦ Θεοῦ, κόλπος τοῦ Θεοῦ ἐστιν, ἐν ᾧ ἐγκολπίζεται καὶ περικρατεῖ πάντας τοὺς θεόφρονας, ὥσπερ τις χρυσὸν ἐν κόλπῳ. — Ὁ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης συναγαγὼν πάντα τὰ γηγενῆ ἔθνη, καὶ πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς ἐν τῇ εἰς αὐτὸν πίστει, Χριστὸς ὁ Θεὸς, καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος· τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς, τουτέστι τὴν γνῶσιν καὶ τὴν σοφίαν, καθὼς αὐτὸς ὁ Χριστός φησιν· Ὁ πίνων ἐκ τοῦ ὔδατος τούτου, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· καὶ. Ὁπιστεύων εἰς ἐμὲ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὔδατος ζῶντος. — Οὗτος κλέπτει γνῶσιν, οὐχ ὁ τοῦ προλαβόντος λαμβάνων, ἀλλʼ ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. Καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ, ἀπὸ τῶν ἀγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα, οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων· κλέπτει γάρ τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα· ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἐγένετο· νυνὶ δὲ Παῦλός φησιν· Ὁ κλέπτων, μηκέτικλεπτέτω, μᾶλλον δὲ ἐργαζέσθω δικαιοσύνην, ἵνα γνῶσιν πτησάμενος, μεταδῷ κοὶ τῷ χρείαν ἔχοντι· τί γὰρ ὅμή ἐστι καὶ ἔστιν ἡμέτερον, ἵνα κλέψωμενοἱ πεπιστευκότες Χριστῷ; πάντα γὰρ ἡμῶν ἐστιν· ἡμεῖς δὲ Χριστοῦ, διʼ οὗ τὰ πάντα ἐγένετο· Χριστὸς δὲ, Θεοῦ· — Φυ– γόντα νοῦν τὴν κακίαν, μὴ πάλιν παραδῷς τῇ κακίᾳ· εἴπερ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος· — Ἔκγονον κακὸν, κ. τ. λ. Ἡ βλασφημία τὸν αὐτὴν ἐκφέροντα νοῦν καταρᾶται· τὴν δὲ τούτου μητέρα, ἤγουν τὴν ψυχὴν, οὐκ εὐλογεῖ. — Ἡ κενοδοξία τὸν αὐτὴν ἔχοντα ὑποβάλλει καὶ χλευάζει, δίκαιον ἑαυτὸν λογίζεσθαι, μὴ ἐννοῶν τὰ κακά· ἀλλὰ πολλάκις μόνον καλὰ ποιεῖν. Ἡ ὑπερηφανία τὸν κεκτημένον αὐτὴν ποιεῖ παρορᾷν φίλους πτωχοὺς, γονεῖς ὡσαύτως βρώματα οἰκτρὰ ἀποσείεσθαι, τοὺς δικαίους καὶ εὐσεβεῖς βδελύττεσθαι, τοὺς ὑπὸ χεῖρα ὑποσκελίσαι, καὶ αὐτὸς ὑπεραναβῆναι. Ὁ θυμὸς πάντα τὸν ἔχοντα αὐτὸν, οὐδὲν ἄλλο, ἢ ὅτι κακοποιεῖν καὶ ποιναλίζειν βιάζεται, καταλαλεῖν τε καὶ ὑβρίζειν, καὶ συκοφαντεῖν οὐ παύεται.

Ὁ τὸν πράξει καὶ θεωρίᾳ κακῶς ἐννοοῦντα, καὶ τελεσιουργοῦντα νοῦν ἑαυτοῦ, ἢ ἄλλον τινὰ τῶν ἀνθρώπων ἐφορώμενος, ἐπικατάρατος ἔσται παρὰ τοῖς τῶν ἀγγέλων λαοῖς, καὶ παρὰ τοῖς τῶν ἐξ ἐθνῶν σεσωσμένοις μισητὸς, ὅταν πάντες μία ποίμνη γενήσεται [*](89 Joan, IV, 15 90 VII, 38. 91 Ephes. IV, 28. 92 cap. xxx, 24.)

232
καὶ εἷς ποιμήν οἱ δὲ ἐλέγχοντες καὶ φρατριοῦντες διʼ ἐξαγορεύσεως τὰς ἑαυτῶν πράξεις (18), καὶ τὰς τοῦ βελτίονος νοῦ ἐνθυμήσεις, φανοῦνται ὑψηλοὶ παρὰ Κυρίου, ἐπὶ πᾶσιν ἀνακηρυττόμενοι· ἐπʼ αὐτοὺς δὲ ἤξει, ἐν μὲν τῷ νῦν αἰῶνι ἡ ἀγαθὴ εὐλογία τῶν πράξεων τῶν ἔργων, καὶ ἡ νοητὴ τῆς σοφίας θεωρία· ἐν δὲ τῷ μέλλοντι, ἡ παρὰ τοῦ Κυρίου διανομή. Ὁ πορευόμενος ὄπισθεν τῶν τοῦ Θεοῦ προσταγμάτων, ἀνοικοδομεῖται εἰς δικαιοσύνην καὶ ἁγιασμόν· μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος, ὁ ἐν ψυχῇ καὶ σώματι εἰς κατοίκησιν Θεοῦ· εἰς δὲ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.

Εἴ τὲ γὰρ ἄκανθαι, εἴτε κτήνη, ἀπόλλυσιν αὐτὸ, ἐὰν μὴ εἴη ὁ περικαθαίρων καὶ φυλάττων· ὡσαύτως καὶ ἄφρων ἡ κακία ἐστὶν ὁ νύσσων αὐτὸν εἰς τὰ τὴν βασιλείαν προξενοῦντα.

Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς, ἐκ τῶν πρακτικῶν ἀρετῶν συνεστῶσα· κατασκάπτεται δὲ καὶ ἀφανίζεται τῇ τοῦ ἄφρονος προαιρέσει.