Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστος ἄρα ὁ θυμὸς, ἀκολάστους ποιῶν τοὺς ἀνθρώπους· καὶ ὑβριστικὸν ἡ ὀργή· γίνεται γὰρ ἀπὸ ζέοντος θυμοῦ· εἰ δὲ οἴνου οἱ Ναζαραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς Ναζαραίους ἐκτὸς εἶναι νενομοθέτηται.

Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων, ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.

Ὥσπερ ὁ ἄφρων τὸ ὄνειδος οὐκ αἰσχύνεται, οὕτως ὁ δανεισάμενος σῖτον σπεῖραι ἐν ἀμητῷ ἤδη ὅτι ἐκ τοῦ γεωργίου αὐτοῦ ἀποδοθήσεται τῷ δανείσαντι, κἂν τύχῃ ἀποθανεῖν τὸν δανεισθέντα.—Εἰ ἔστιν ἐν ἀμητῷ σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἔξ ἔτεσι τὴν ἑαυτῶν γῆν, τουτέστι παρὰ τῶν τῆς πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τοῖς ἓξ αἰῶσι λαμψάντων δικαίων καὶ προφητῶν τὰς ἀρετὰς μιμήσασθαι, τῶν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήραν καὶ ὀρφανοὺς, εἰς τὸ ἀνταποδοθῆναι αὐτοῖς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸν μισθὸν τῆς ἐνδείξεως τῶν ἀρετῶν, ὡς ἀπαρχὴ γεγονότες τῶν ἀρετῶν.

Οὔς κατʼ ἀρετὴν δηλονότι νεγέννηκέ τις, εἰκόνα [*](96 v. 19. 97 Matth. XVI, 26. 98 v. 23. 99 v. 24. 1 v. 1. 2 v 2. 3 v 4. 4 v. 7.)

212
καὶ μακαρισμὸν καταλείψει τοῖς μετέπειτα ὁ ἄμωμος, καὶ δικαιοσύνην ἀνατροφῆς ἕως τέλους.

Τελευτᾷν γὰρ εἶπεν ἀλλαχοῦ τὸν κακολογοῦντα ἀλλὰ καὶ Χριστός· Κοὶ ὁ τὴν Ἐκκ λησίαν κακολογῶν, στερηθήσεται τῆς πίστεως. ἥτις ἦν αὐτῷ φῶς πρὸ τῆς διαβολῆς· λέγει δʼ ἂν καὶ περὶ ταῦ ἐξωτέρου σκότους· διὸ καὶ ἐπὶ μέλλοντος εἴρηται· καὶ ὁ Χριστὸς δὲ, πατὴρ καὶ μήτηρ δύναται λέγεσθαι· πατὴρ μὲν τῶν ἐχόντων πνεῦμα υἱοθεσίας· μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· καὶ γὰρ καὶ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς, πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια· μήτηρ (10) Κορινθίων, γάλα ποτίζων αὐτούς.

Τὴν ἐκ τοῦ πονηροῦ ἐφευρεθεῖσαν ἡμῖν ἡδονὴν, ἢν μερίδα φησὶν ἐν πρώτοις, πρόσκαιρον μὲν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερος χολῆς εὑρήσεις.

Μὴ εἴπῃς καθʼ ὑπερηφανίαν κινούμενος· ἐγὼ μόνος τοῖς ἐχθροῖς πολεμήσω, ἀλλʼ ὑπόμεινον τὸν Κύριον καὶ ἐπικαλοῦ, ἵνα σοι βοηθήσῃ· μὴ θάῤῥε σαυτῷ ὡς χωρὶς Κυρίου δυνάμενος· ὅτι γὰρ χωρὶς αὐτοῦ οὐκ ἔστι βοηθὸς, λέγει Δαυΐδ· Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ.

Ἐπὶ μὲν τῶν αἰσθητῶν, στάθμιον μέγα καὶ μικρόν φαμεν εἶναι, ἐν οἷς χρυσὸς, ἄργυρος, χαλκὸς, μέταξα (11), καὶ ὅσα ἄλλα σταθμίζονται· μέτρα δὲ τὰ ἐν ἀγγείοις μετρούμενα, σἵτος. οἶνος, ἔλαιον, καὶ ὄσπρια· ἄλλως τε δὲ τὸν παρά τισι θρασύδειλον λεγόμενον, μέγα καὶ μικρὸν εἶναι στάθμιον νομίζω· καθόλου δὲ πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν· τοῦτο στάθμιον μέγα καὶ μικρόν ἐστιν· ἑκάτερα γὰρ κακίαι, καὶ μέτρα δισσά· ἄλλως τε καὶ ὁ εὖ μὲν πάσχειν ὑφʼ ἑτέρων βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά· μὴ πειθόμενος τῇ ἐντολῇ τῇ λεγούσῃ · Πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἰ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς.

Οὐχὶ τὸ κακῶς ἀκοῦον οὖς, ἔργον ἐστὶ τοῦ Κυρίου, ἀλλὰ τὸ ἐπὶ καλοῖς προσέχον· καὶ οὐχὶ κακῶς ὀρῶν ὀφθαλμὸς, ἔργον ἐστὶ τοῦ Κυρίου, ἀλλʼ ὁ ὁρῶν καὶ φανταζόμενος τὰ θεῖα· ὁ γὰρ ἀκούων τοῦ Κυρίου, καὶ βλέπων τὰς ἐντολὰς αὐτοῦ, ἔργον ἐοτὶ τοῦ Κυρίου· καὶ ἐπὶ τῶν ἄλλων μερῶν τοῦ σώματος ὡσαύτως λεκτέον· χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κατηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα, καὶ τὸν Θεὸν ἐνυβρίζοντας.

Τουτέστι μὴ κάθευδε πολλὰ, ἀλλʼ ἄγρυπνος ἕσο· ἵνα μὴ ἐξαρθῇς εἰς τὴν γέενναν, μὴ καταλάλει· καὶ διὰ μὲν τῶν ἀρετῶν, ἄνοιγε τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου· διὰ δὲ τῆς σοφίας, νοητῶν ἐμπλήσθητι ἄρτων.

Τὸ σταθμιεῖν ἑαυτόν τις ἐπὶ τοῖς τοῦ Κυρίου καὶ [*](5 v. 20. 6 Matth. XVIII, 17. 7 v. 21. 8 v. 22. 9 Ps. XLIII, 7. 10 v. 10. Luc. VI, 31. v. 12. 12 v. 13. 14 v. 23.) [*]((10) Desideratur δέ. EDIT. PATR.) [*]((11) Notemus μέταξα apud Origenem, quod imamerito nonnulli vocabulum barbaricum existimarunt.)

213
τοῦ διαβόλου ἔργοις, βδἐλυγμα Κυρίῳ· ζυγὸν δὲ δόλιον λέγει τὸν νοῦν, τὸν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρεκκλίνοντα δὲ τῇ τοῦ αὐτεξουσίου ῥοπῇ διὰ φίλους ἢ χρήματα.

Μὴ ταχέως, φησὶν, ἐπὶ τὴν ἐπαγγελίαν πρὸς τὸν Θεὸν κινοῦ, ἵνα μὴ τῆς χρείας σε πολλάκις, ἢ τῆς τοῦ πλείονος ἐπιθυμίας ἑλούσης, ἄρξῃ μετανοεῖν, καὶ ὑβρίσῃς Θεὸν, προτιμήσας αὐτοῦ ἕτερον· ἡ ἐπὶ τοῖς ἀγαθοῖς δὲ μετάνοια, οὐ δικαίοις συμβαίνει, ἀλλὰ δίκοις· ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείτωσαν τῷ Θεῷ· μετὰ γὰρ τὸ εὔξασθαι, μετανοεῖν γίνεται. —Τὸ ταχὺ συντάξασθαι τῷ Κυρίῳ, ὅπερ ἐστὶ τὸ ἁγιάσαι τι τῶν αὐτοῦ, καὶ ἐπὶ τούτῳ θᾶττον μεταμεληθῆναι, παγίς ἐστι τῷ ἀνδρί.

Λικμήτωρ ἀσεβῶν ὁ Χριστός ἐστιν· ἐπιβαλεῖ δὲ τοῖς ἀσεβέσιν ὥσπερ λέων θήρας· τροχὸς δὲ, ἅλωνος χωρίζων τὰ ἄχυρα ἀπὸ τοῦ σίτου· ἢ τροχὸν ἐπιβαλεῖ τὴν ἀναπόδιστον τιμωρίαν.

Ταμιεῖα κοιλίας ἐστὶν ὁ νοῦς, ἡ καρδία, καὶ ἡ γνῶσις, ἔνθα πάντα τὰ θεῖά τε καὶ ἀσεβῆ ἐναποτίθενται διδάγματα· ὥσπερ δέ τις λύχνον ἅψας, τῶν ἐν τοῖς ταμιείοις κειμένων εὑρεῖν τι βούλεται, οὕτως ὁ Κύριος τῷ φωτὶ τῆς γνώσεως αὐτοῦ ἐρευνᾷ τὰ ταμιεῖα τῶν ἐν λόγοις καὶ πράξεσιν ἀνθρώπων· τοῖς δὲ τὴν γνῶσιν τοῦ Κυρίου ἐπισταμένοις ἀνθρώποις, φῶς ἐστιν αὐτοῖς· εἰ οὖν τὸ φῶς τοῦ Κυρίου, ἡ γνῶσις τοῦ Κυρίου ἐστὶ, τὸ δὲ φῶς τοῦ Κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων, ἄρα ἡ γνῶσις τοῦ Κυρίου πνοὴ τῶν ἀνθρώπων ἐστί· τὸν δὲ ἐν ἀγνοία διάβολον φαίνειν δοκοῦντα, λύχνον ὠνόμασεν ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν γνώσεων, καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός· ἐπεὶ δὲ τὸ φῶς τοῦ Κυρίου, οὐχ εἵλαντο γνῶναι οὐδὲ πορεύεσθαι ἐν αὐτῷ, τὴν ἄγνοιαν ὡς φῶς ἐλογίζοντο οἱ ἀσεβεῖς· εἰ δὲ τὴν ἄγνοιαν ὡς φῶς εἶχον, δηλονότι καὶ τὰ ἔργα τοῦ τῆς ἀγνοίας ἐφευρετοῦ διαβόλου ἔπραττον· οἱ δὲ τῇ ἀγνοίᾳ αὐτοῦ συμπορευθέντες, σὺν αὐτῷ ἔσονται εἰς αἰῶνας αἰώνων· οἱ δὲ τῇ γνώσει τοῦ Κυρίου, σὺν τῷ Κυρίῳ.