Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὁ ἀγόμενος τῇ τῶν δαιμόνων ἀφροσήνῃ, Θὐ χρείαν ἕχει σοφίας Θεοῦ ἥ γνώσεως· διότι ἠγάπησε μᾶλλον [*](62 V. 20. 63 V. 21. 64 V. 24. 65 V. 25. 66 26. 67 V. 2)

204
τὸ σκότος ἢ τὸ φῶς· κἂν ἀφροσύνῃ χαίρει, οἵεται μὴ χρείαν ἕχειν σοφίας.

Ὥσπερ τὸ ὕδωρ ζωογονεῖ τὰ φυτὰ, οὕτως ταῖς ἀρεταῖς ἀνδρὸς ἐστομωμένου λόγος ἀναψύχει, καὶ πρὸς Θεὸν πτεροῖ τοὺς ἐθέλοντας σοφισθῆναι· ποταμὸν δὲ ἀναπηδῶντά φησι, τὴν ἀνεκδιήγητον τῶν χαρίτων σοφίαν τοῦ παναγίου Πνεύματος, τὴν ἀείῤῥυτον σοφίαν τῆς τρισσοφαοῦς ἑνιαίας Θεότητος.

Ὁ τὴν ὑπάρχουσαν τῷ διαβόλῳ κακίαν ἀποδεχόμενος, καὶ κατʼ αὐτὴν ἐνεργῶν θεωρίᾳ καὶ λόγῳ, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς· τὸ δίκαιον δὲ ἐν κρίσει, ἐν λόγῳ τε σωμάτων, οὐ καλὸν ἐκκλῖναι ὅσιον.

Ἡ θρασύτης, ἀπὸ τοῦ πράου χωρίζουσα τὴν ψυχὴν, τῷ θανάτῳ δίδωσιν.

Ὀκνηροὺς εἰς μετάνοιαν καταβαλεῖ οὐ φόβος Θεοῦ, ἀλλʼ ὁ τῶν δαιμόνων· διεγείρουσι γὰρ αὐτοὺς εἰς ἀπόγνωσιν· ἢ ὁ τοῦ Κυρίου [φόβος], χωρίζων αὐτοὺς τοῦ ὀκνηροῦ, καὶ διεγείρων αὐτοὺς ἐκ τῆς κακίας διʼ ἕργων ἀγαθῶν εἰς μετάνοιαν· ἀνδρόγυνος δέ ἐστε ψυχὴν καὶ σῶμα, ὁ ἐκκεχυμένος, ὁ μαλακὸς, ὁ μήτε διδάσκειν δυνάμενος ἑαυτὸν, μήτε μανθάνειν παρʼ ἑτέρων βουλόμενος· ἢ τοὺς ὀκνοῦντας πρὸς ἀρετὴν ὁ τῶν κακῶν φόβος προκαταβάλλει, τὸ παραθαῤῥῦνον πρὸς τὸ μέλλον οὐκ ἔχοντας· ἀνὴρ δὲ τὴν προαίρεσιν θῆλυς, οὐχ ἕξει τὴν τρέφουσαν ἀρετήν· πεινάσουσι δὲ, ὅτε ἐξ ἐναντίας ἵδωσι τὴν βασιλείαν, ἐν τῇ βασάνῳ βασανιζόμενοι.

Τὸν πλοῦτον τῆς γνώσεως τοῦ Κυρίου, καὶ τὸ ἐυιργητικὸν τοῦ Λόγου, ἰσχύν φησιν· αὐτὸς γὰρ μόνος γινώσκει τὰ πρῷην, καὶ τὰ ἐνεστῶτα, καὶ τὰ μέλλοντα· αὐτὸς καὶ ἐνετείλατο εἰπὼν, γενηθήτω φῶς· οὐρανὸς, καὶ γῆ, καὶ τὰ ἐν αὐτοῖς, ἐξ οὐκ ὅντων εἰς τὸ εἶναι παρήχθησαν· αὐτὰ δὲ δείκνυσιν αὐτὸν Κύριον καὶ Θεὸν μόνον εἶναι· καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι, διὰ δὲ τῆς θεωρίας ὑψοῦνται· ἢ ὅτι ἐκ τῶν κτισμάτων, ἢ τῆς μεγαλοσύνης αὐτῶν, φανερόν ἐστιν ὅτι ὁ Θεὸς παντοδύναμος.

Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ Θεοῦ, διδάσκειν δὲ ἅλλους ἐπιχειροῦντας· ὁ γὰρ Δαυΐδ φησι· Τοῦ ἀκοῦσαι μὲν φωνῆς αἰνέσεώς σου, καὶ τότε διηγήσασθαι ἄλλοις τὰ θαυμάσιά σου· καὶ ὁ Σολομῶν φησι· Ἅ εἶδον οἱ ὀφθαλμοί σου, λέγε· πολλοὶ γὰρ καὶ ἀρετῆς μὴ ἀπαρξάμενοι, ἄλλους κατορθῶσαι οὐ μόνον παραινοῦσιν, ἀλλὰ καὶ βιάζονται καὶ παρακελεύουσιν.

Ἄνδρα ἐνταῦθα τὸν Θεόν φησι· τὸν γὰρ θυμὸν αὐτοῦ τὸν ἐν τῇ κρίσει καταπραΰνει ἐφʼ ἑαυτὸν, ὁ θεραπεύσας αὐτὸν ἐν ταῖς ἐντολαῖς αὐτοῦ· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν· ὥσπερ δὲ ὁ Κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπιστοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσι· δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν. καὶ πάντα δαίμονα ἀρετῆς ἐκπεπτωκότα καὶ γνώσεως.

[*](68 V. 4. 69 V. 5. 70 V. 6. 71 V. 8. 72 V. 10. 73 V. 13. 74 Psal. XXV, 7. 75 Prov. XXV, 8. 76 V. 14.)
205

Τὸν βίον τὸν ὀρθὸν τοίνυν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ Θεοῦ· ὅπερ καθέδραν δυναστῶν ὀνομάζει, ἤγουν τῶν ἁγίων δυνάμεων· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη, δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον.

Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς· καὶ ἐν δυνάσταις ὁρίζει γίνεσθαί τι, καὶ ποιοῦσι· τῷ γὰρ γνῶσιν ἔχοντι θείαν, κλίνονται πάντες· ἢ ἀντιλογίας ἐνταῦθα τοὺς ἐκ τῶν δαιμόνων καθʼ ἡμῶν ἐγειρομένους λογισμούς φησι, τοὺς τῇ ἀρετῇ ἀντιπάλους, καὶ τοῦ Θεοῦ χωρίσαι ἡμᾶς σπεύδοντας· παύει δὲ ταύτας ἀφʼ ἡμῶν ὁ τῆς γνώσεως κλῆρος, καὶ τοὺς δυνάστας δαίμονας ὁρίζει ἀναχωρεῖν, ὡς κεκληρωμένος τῷ Θεῷ, ἐξ αὐτοῦ τε καὶ ἄλλων ὡς θείαν γνῶσιν ἔχων.

Ἤ τὴν ψυχὴν λέγει, ζωῆς καὶ θανάτου δεκτικὴν, ἀφʼ ὧν τὸ αὐτεξούσιον δείκνυται τῶν νῦν τε καὶ τῶν μελλόντων τοὺς καρποὺς αὐτῆς ἀπολαῦσαι καλῶν τε ἢ κακῶν.

Ὅς εὗρε σοφίαν ἀγαθὴν, εὗρε χάριτας Θεοῦ· — Ὁ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβὴς, ὡς ἐφευρετὴς αὐτῆς διάβολος.