Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὅμοιός ἐστι τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· καὶ τὸ μὲν φῶς, ὀνομάζων σκότος, τὸ δὲ σκότος, φῶς.

Χρήματα ἐνταῦθα τὴν σοφίαν καὶ τὴν γνῶσίν φησιν· ἅφρονι δὲ, ἵνα τί ὑπῆρξεν ἡ τῆς σοφίας καὶ γνώσεως μάθησις; ὡς γὰρ ἅμπελον ἀδύνατον ἐν θαλάσσῃ γενέσθαι, οὕτως ἐν ἄφροσιν ἡ σοφία ἀρετὴν καρπώσασθαι· χρήματα γὰρ ἄφρονός ἐστιν, αἱ περὶ καθʼ ἕκαστα αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς, κτήσασθαι σοφίαν ἀδυνατεῖ. — Ἐν παντὶ πράγματι, πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν τὰ πράγματα τοῦ Θεοῦ, ἐμπεσεῖται εἰς κακὰ περὶ τὴν κρίσιν.

Ἐνταῦθα φίλον τὸν Χριστόν φησιν, ὅς διὰ τὴν πρὸς ἄνθρωπονφιλίαν, ἄνθρωπος γέγονεν. Οὐκέτι γὰρ λέγω ὑμᾶς δούλους, εἶπεν τοῖς μαθηταῖς, ἀλλὰ φίλουςʼ· ἐν παντὶ δὲ καιρῷ ὁ Χριστὸς συνυπαρχέτω σοι φίλος εἰ δὲ οἱ τοῦ Χριστοῦ υἱοὶ, ἀλλήλων εἰσὶ φίλοι· οἱ ἄγγελοι καὶ οἱ δίκαιοι ἅνθρωποι, ἀλλήλων εἰσὶν ἀδελφοὶ, [*](52 Ephes. II, 19,20. 53 v. 13. ⁵⁴ cod. Ἰησοῦς. 55 Deut. XXXII, 5, 6. 56 V. 14. 57 V. 15. 58 V. 16.) [*](59 V, 16. 60 V. 17. 61 Joan. XV, 15.)

201
τῷ τῆς υἱοθεσίας γεννὦμενοι πνεύματι τούτου γὰρ χάριν καὶ γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώτους ὁδηγήσωσιν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ.

Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος, τοῖς πονηροῖς λογισμοῖς συναπαχθείς.

Πατέρα ἐνταῦθα τὸν Θεόν φησι· μητέρα, τὴν φιλανθρωπίαν αὐτοῦ· ἢ καὶ πεποίηκεν αὐτὸν σαρκωθῆναι, καὶ πάθη ὑπομεῖναι διʼ ἡμᾶς· ὁ δὲ Θεὸς καὶ Ηατὴρ ἡμῶν, οὐκ εὐφραίνεται ἐπὶ υἱῷ υἱοθετηθέντι μὲν, μὴ πεπαιδευμένῳ δὲ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν, ἀλλὰ κακίᾳ καὶ πονηρίᾳ ἑαυτὸν ἐκδόντι· υἱὸς δὲ φρόνιμος εὐφραίνει τὴν μητέρα αὐτοῦ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἥ καὶ προσάγει ἡμᾶς αὐτῷ τᾦ Θεῷ καὶ Πατρὶ, ὡς υἱοὺς ἀπογαλακτισθέντας, καὶ τῆς πνευματικῆς στερεᾶς τροφῆς ἐφιεμένους· ἵνʼ ὡς καθʼ ὁμοιότητα ἀδελφὸς ἡμῖν γεγονὼς ὁ Υἱὸς αὐτοῦ Ἰησοῦς Χριστὸς, οὕτως καὶ ἡμεῖς πράξει καὶ λόγῳ πολιτευώμεθα ἕστι δὲ μήτηρ ἡμῶν καὶ ἡ Ἐκκλησία, ἥν τῷ Πνεύματι τῷ ἁγίῳ ἑαυτῷ Θεὸς καὶ Πατὴρ ἡρμόσατο εἰς γυναῖκα· τίκτει γὰρ ἀεὶ διʼ αὐτῆς ἑαυτῷ υἱοὺς καὶ θυγατέρας· καὶ ἐπὶ μὲν τοῖς πεπαιδευμένοις τὴν τοῦ Θεοῦ γνῶσιν καὶ σοφίαν, εὐφραίνεται καὶ ὁ Πατὴρ ἡμῶν Θεὸς, καὶ ἡ μήτηρ ἡ Ἐκκλησία· ἐπὶ δὲ τοῖς ἀπαιδεύτοις, πάνυ μὲν κήδεται καὶ λυπεῖται, ὡς μὴ θελόντων ἡμῶν ἐπιστρέψαι καὶ σωθῆναι, ἀλλὰ τῇ κακίᾳ προσμένειν.

Πρόσωπον ἐνταῦθα τὴν θεωρίαν φησί· θεωρία γὰρ νοημάτων συνετοῦ ἀνδρὸς, σοφία καὶ γνῶσις καὶ δικαιοσύνη· οἱ δὲ νοεροὶ ὀφθαλμοὶ τοῦ ἅφρονος, καὶ ἐν πώματι ἐν ἅκρᾳ κακίας καὶ πονηρίας.

Ὀργὴ τῷ ἄφρονι υἱῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπέμπεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τῇ δὲ Ἐκκλησίᾳ τῇ γεννησαμένῃ τῷ Πνεύματι, καὶ τῇ τῶν ἀγίων χορείᾳ, ὀδύνη τότε πάντως ἕσται ἐπὶ τῇ ἀπωλείᾳ τοῦ ἅφρονος υἱοῦ· καὶ ὅτι ὁ μὲν φρόνιμος υἱὸς καὶτεκοῦσαν ἔχει καὶ μητέρα· ὁ δὲ ἄφρων μόνην τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσα· ἡ δὲ τεκοῦσα, οὐ πάντως ἕσται καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μὲν ἕστι, μήτηρ δὲ οὐκ ἕστι· διότι μηδὲ τοῦ τῆς υἱοθεσίας μετέσχηκε Πνεύματος τὸ τεχθέν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν· οὐκέτι δὲ μητέρα τοῦ παιδὸς ἀποθανόντος.

Πλημμελεῖ τις, τοῦ δικαίου τὸ δίκαιον ἀφαιρῶν, ᾔ διαστρέφων αὐτοῦ πρὸς ἀδικίαν τοὺς μαθητὰς, ἁμαρτάνει· κτῆσιν γὰρ αὐτοὺς ἕχων, ἐζημίωται· οὐ γὰρ ζητοῦσι τὰ ἡμῶν, ἀλλʼ ἡμᾶς· δυνάστας δὲ λέγει τοὺς ἐν Χριστῷ βασιλεύοντας.