Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι, πᾶς ὁ ἀποστὰς τῆς κακίας διὰ τῆς ἀρετῆς, τῶν δαιμόνων ἀφρόνων ὄντων δεσποτῶν ἐκράτησεν· ὃς καὶ οἶκος μυστηρίων Θεοῦ γενήσεται. κατὰ ἀναλογίαν τῆς καταστάσεως, ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικήν· οὕτω καὶ Παῦλος τοὺς μὲν ἐν Κορίνθῳ γαλαποτίζων, τοὺς δὲ ἐν Ἐφέσῳ τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ Θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας, καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν.

Κάμινοι οἱ πειρασμοί· διὰ γὰρ τῶν πειρασμῶν καθάρας καὶ ἀκηλιδώτους τὰς καρδίας τῶν ἐκλεκτῶν ὁ Θεὸς ἐκλέγεται.

Ὁ αἱρετικὸς ὑπακούει γλώσσης τῆς τῶν ἀθέων δογμάτων· οἱ δὲ τῆς Ἐκκλησίας, οὐδὲ προσέχουσιν. Διὰ τοῦ ὑπακούειν, τὸ ἑκούσιον δείκνυσιν, ὡς εἰς τὴν τοῦ Θεοῦ σοφὴν διοίκησιν ἐξαμαρτών. — Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχόμενος παρʼ αὐτῶν λογισμοὺς, καὶ σπεύδων ἐνεργεῖν κατʼ αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, ὁρατῶν τε καὶ ἀοράτων, τουτέστι μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ.

Ὁ πιστὸς, φησὶν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τροπικῶς τοῦ νοῦ προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται λόγον, διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὑτοῦ· ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ, ὁ Παῦλος διδάσκει λέγων τό· Ἐν παντὶ ἐπλουτίσθητε, ἕν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ· εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ εὐπόρησαν χρημάτων οἱ περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, κακουχούμενοι, θλιβόμενοι, στενοχωρούμενοι; Πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολὸν, πολλῶν ἀπίστων περιβεβλημένων πλοῦτον πολὺν, λέγω δὲ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου;

Χείλη πιστὰ τοὺς ἀγαθοὺς λογισμούς φησιντ· ἄφρονι δὲ δεκτοὶ ἕσονται πονηροὶ λογισμοί· τίς γὰρ μετοχὴ δικαιοσύνῃ πρὸς ἀδικίαν; εἰ μή που μετανοήσας δέξηται φρόνησίν τε καὶ πίστιν.

Διὰ μὲν τῆς δικαιοσύνης, τὴν ἀδικίαν κρύπτομεν· διὰ δὲ τῆς σωφροσύνης, τὴν ἀκολασίαν· καὶ πάλιν διὰ τῆς ἀγάπης, τὸ μῖσος· καὶ διὰ τῆς ἀφιλαργυρίας, τὴν [*](43 V. 33. ⁴⁴ V. 2. 45 V. 3. 46 V. 4. V. 6. 48 ICor. I, 5. Ηebr. XI, 37. 50 V. 9. 51. v. 9.)

200
πλεονεξίαν· κρύπτομεν δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν, καὶ διὰ τὴν πραῦτητα, τὴν θρασύτητα· ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει· καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολῖται τινὲς τῶν ἁγίων λέγονται γεγονέναι, καὶ οἰκεῖοι τῆς ἄνω Ἱερουσαλὴμ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφητῶν.

Οἷκον ἐνταῦθά φησι τῆς μὲν ψυχῆς, τὸ σῶμα· τὴν δὲ ψυχὴν πάλιν, οἶκον τοῦ νοῦ· ὁ δ’ αὐτὸς πάλιν νοῦς, τῆς ψυχῆς ὀφθαλμὸς λέγεται· ὁ δὲ τὴν ἕνθεον γνωσιν καὶ σοφίαν μαθὼν, ἑαυτὸν δὲ ἐκδοὺς τῇ κακίᾳ, καὶ ἀντὶ ἀγαθῶν πονηροὺς λόγους ἐκφέρων, πρὸς δὲ τὸ ἐπιστρέψαι καὶ σωθῆναι μὴ βουλόμενος, τοῦ σωματικοῦ οἴκου οὐκ ἀναχωρήσει ἡ κακία καί ἡ πονηρία· ἀλλὰ μένουσιν ἑδραίως ἐν αὐτῷ, ἵνα τὰ τέλεια κακὰ ἐπέλθῃ, ἐν αὐτῷ ἀκίνητα μένοντα ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.— Τὸ ἐκ τῆς γῆς παρὰ Κυρίου πλασθὲν ἡμῖν σῶμα, οἶκον ἐνταῦθά φησι· τὸ δὲ, οὐ κινηθήσεται, ἀντὶ τοῦ, οὐκ ἀναχωρήσει ἐκ τοῦ οἴκου αὑτοῦ ὀργὴ καὶ θλίψις, διά τε ἀνθρώπων καὶ δαιμόνων ἐκπεμπόμενα παρὰ Κυρίου, κατὰ τοῦ ἀντὶ ἀγαθῶν κακὰ ἀποδώσαντος τῷ ἀγαθοποιῷ αὑτοῦ ἀνθρώπῳ. — Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰἀντὶ ἀγαθῶκἀποδιδοὺς παρανομώτερος; Τοιοῦτος δὲ ἐγένετο κατὰ τὴν ἔρημον ὁ Ἰσραήλ· πρὸς ὅν ὁ Μωϋσῆς ⁵⁴ ἐν τῷ Δευτερονομίῳ φησί· Γενεὰ σπολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε;

Ἐνταῦθα ἀρχὴν, τὴν γνῶσίν φησι· δικαιοσύνη δὲ ἕπεΐαι τῇ γνώσει· ἐκ γὰρ τῆς γνώσεως ἡ δικαιοσύνη τίκτεται· ἔνδεια δέ ἐστι ἅγνοια· στάσις δὲ καὶ μάχη. πᾶσα κακία· προηγεῖται δὲ τῆς ἀγνοίας, ἡ κακία. Τίνος ἕνεκεν πάλιν τῶν πενήτων κατηγορεῖ; Ἀπάγων ἡμᾶς ἀργίας· οὐκ ἅρα ἀπὸ χειροτονίας ἡ ἐξουσία· ὥστε εἰ βούλει μετὰ παῤῥησίας βαδίζειν, δίκαιος ἕσο· προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη, ἥτοι τοῖς ἀδικοῦσιν ἕνδεια ἀρετῆς.

Ὅμοιός ἐστι τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· καὶ τὸ μὲν φῶς, ὀνομάζων σκότος, τὸ δὲ σκότος, φῶς.

Χρήματα ἐνταῦθα τὴν σοφίαν καὶ τὴν γνῶσίν φησιν· ἅφρονι δὲ, ἵνα τί ὑπῆρξεν ἡ τῆς σοφίας καὶ γνώσεως μάθησις; ὡς γὰρ ἅμπελον ἀδύνατον ἐν θαλάσσῃ γενέσθαι, οὕτως ἐν ἄφροσιν ἡ σοφία ἀρετὴν καρπώσασθαι· χρήματα γὰρ ἄφρονός ἐστιν, αἱ περὶ καθʼ ἕκαστα αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς, κτήσασθαι σοφίαν ἀδυνατεῖ. — Ἐν παντὶ πράγματι, πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν τὰ πράγματα τοῦ Θεοῦ, ἐμπεσεῖται εἰς κακὰ περὶ τὴν κρίσιν.

Ἐνταῦθα φίλον τὸν Χριστόν φησιν, ὅς διὰ τὴν πρὸς ἄνθρωπονφιλίαν, ἄνθρωπος γέγονεν. Οὐκέτι γὰρ λέγω ὑμᾶς δούλους, εἶπεν τοῖς μαθηταῖς, ἀλλὰ φίλουςʼ· ἐν παντὶ δὲ καιρῷ ὁ Χριστὸς συνυπαρχέτω σοι φίλος εἰ δὲ οἱ τοῦ Χριστοῦ υἱοὶ, ἀλλήλων εἰσὶ φίλοι· οἱ ἄγγελοι καὶ οἱ δίκαιοι ἅνθρωποι, ἀλλήλων εἰσὶν ἀδελφοὶ, [*](52 Ephes. II, 19,20. 53 v. 13. ⁵⁴ cod. Ἰησοῦς. 55 Deut. XXXII, 5, 6. 56 V. 14. 57 V. 15. 58 V. 16.) [*](59 V, 16. 60 V. 17. 61 Joan. XV, 15.)

201
τῷ τῆς υἱοθεσίας γεννὦμενοι πνεύματι τούτου γὰρ χάριν καὶ γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώτους ὁδηγήσωσιν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ.

Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος, τοῖς πονηροῖς λογισμοῖς συναπαχθείς.

Πατέρα ἐνταῦθα τὸν Θεόν φησι· μητέρα, τὴν φιλανθρωπίαν αὐτοῦ· ἢ καὶ πεποίηκεν αὐτὸν σαρκωθῆναι, καὶ πάθη ὑπομεῖναι διʼ ἡμᾶς· ὁ δὲ Θεὸς καὶ Ηατὴρ ἡμῶν, οὐκ εὐφραίνεται ἐπὶ υἱῷ υἱοθετηθέντι μὲν, μὴ πεπαιδευμένῳ δὲ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν, ἀλλὰ κακίᾳ καὶ πονηρίᾳ ἑαυτὸν ἐκδόντι· υἱὸς δὲ φρόνιμος εὐφραίνει τὴν μητέρα αὐτοῦ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἥ καὶ προσάγει ἡμᾶς αὐτῷ τᾦ Θεῷ καὶ Πατρὶ, ὡς υἱοὺς ἀπογαλακτισθέντας, καὶ τῆς πνευματικῆς στερεᾶς τροφῆς ἐφιεμένους· ἵνʼ ὡς καθʼ ὁμοιότητα ἀδελφὸς ἡμῖν γεγονὼς ὁ Υἱὸς αὐτοῦ Ἰησοῦς Χριστὸς, οὕτως καὶ ἡμεῖς πράξει καὶ λόγῳ πολιτευώμεθα ἕστι δὲ μήτηρ ἡμῶν καὶ ἡ Ἐκκλησία, ἥν τῷ Πνεύματι τῷ ἁγίῳ ἑαυτῷ Θεὸς καὶ Πατὴρ ἡρμόσατο εἰς γυναῖκα· τίκτει γὰρ ἀεὶ διʼ αὐτῆς ἑαυτῷ υἱοὺς καὶ θυγατέρας· καὶ ἐπὶ μὲν τοῖς πεπαιδευμένοις τὴν τοῦ Θεοῦ γνῶσιν καὶ σοφίαν, εὐφραίνεται καὶ ὁ Πατὴρ ἡμῶν Θεὸς, καὶ ἡ μήτηρ ἡ Ἐκκλησία· ἐπὶ δὲ τοῖς ἀπαιδεύτοις, πάνυ μὲν κήδεται καὶ λυπεῖται, ὡς μὴ θελόντων ἡμῶν ἐπιστρέψαι καὶ σωθῆναι, ἀλλὰ τῇ κακίᾳ προσμένειν.

Πρόσωπον ἐνταῦθα τὴν θεωρίαν φησί· θεωρία γὰρ νοημάτων συνετοῦ ἀνδρὸς, σοφία καὶ γνῶσις καὶ δικαιοσύνη· οἱ δὲ νοεροὶ ὀφθαλμοὶ τοῦ ἅφρονος, καὶ ἐν πώματι ἐν ἅκρᾳ κακίας καὶ πονηρίας.

Ὀργὴ τῷ ἄφρονι υἱῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπέμπεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τῇ δὲ Ἐκκλησίᾳ τῇ γεννησαμένῃ τῷ Πνεύματι, καὶ τῇ τῶν ἀγίων χορείᾳ, ὀδύνη τότε πάντως ἕσται ἐπὶ τῇ ἀπωλείᾳ τοῦ ἅφρονος υἱοῦ· καὶ ὅτι ὁ μὲν φρόνιμος υἱὸς καὶτεκοῦσαν ἔχει καὶ μητέρα· ὁ δὲ ἄφρων μόνην τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσα· ἡ δὲ τεκοῦσα, οὐ πάντως ἕσται καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μὲν ἕστι, μήτηρ δὲ οὐκ ἕστι· διότι μηδὲ τοῦ τῆς υἱοθεσίας μετέσχηκε Πνεύματος τὸ τεχθέν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν· οὐκέτι δὲ μητέρα τοῦ παιδὸς ἀποθανόντος.

Πλημμελεῖ τις, τοῦ δικαίου τὸ δίκαιον ἀφαιρῶν, ᾔ διαστρέφων αὐτοῦ πρὸς ἀδικίαν τοὺς μαθητὰς, ἁμαρτάνει· κτῆσιν γὰρ αὐτοὺς ἕχων, ἐζημίωται· οὐ γὰρ ζητοῦσι τὰ ἡμῶν, ἀλλʼ ἡμᾶς· δυνάστας δὲ λέγει τοὺς ἐν Χριστῷ βασιλεύοντας.