Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Πάλιν κἀκεῖ τῆς σοφίας χρεία, ἵνα ἐξιλάσηται ἢ ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους ἄγγελος, θυμὸς τοῦ Θεοῦ λέγεται. Ὁ δὲ σοφὸς ἐν θείοις ἔργοις καὶ λόγοις, ὡς ὁμόφρων αὐτῷ ὤν, οὐ πτοηθήσεται αὐτόν.

Νοσσιαὶ σοφίας εἰσὶν αἱ Ἐκκλησίαι, ἢ αἱ ἐν τῷ οὐρανῷ σκηναί· σοφία δὲ, Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Υἱὸς. ἐστὶν. Nοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον, αἱ πρακτικαὶ ἀρεταί· δικαιοσύνη, γνῶσις, σοφία, σωφροσύνη, ἀνδρεία, μακροθυμία, ἀνεξικακία, ἀοργησία, ἐλεημοσύνη, πίστις σὺν ἐλπίδι καὶ ἀγάπῃ· διʼ ἃς ὡς κλίμακος βαθμίδας, εἰς τὰς τῆς σοφίας σκηνὰς εἰσιέναι ἀκώλυτον τοὺς ἀνιέναι καὶ οἰκῆσαι βουλομένους.

Παιδείαν λέγει φόβου Θεοῦ, νηστείαν, ἐγκράτειαν, ἀγρυπνίαν, ὕμνον, καὶ τὴν ἐν νόσοις πρὸς δοκιμὴν Θεοῦ ἐπερχομένην ἡμῖν παιδείαν. Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ Θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Ὁδοὺς ἐνταῦθα τὰς αἰσθήσεις φησίν ὁ δὲ φυλάσσων αὐτὰς, τηρεῖ ἐκ θανάτου τὴν ἑαυτοῦ ψυχὴν πρὸς ζωήν· ζωὴ γάρ ἐστιν ἡ πάντα ζωοῦσα, καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσα Τριὰς ἁγία ὁ δὲ ἀγαπῶν τὴν ζωὴν, καὶ ἀεὶ ζῇν αὐτῇ ἐφιέμενος, φείσεται στόματος αὑτοῦ ἐκ τῶν μὴ Θεοῦ λόγων καὶ ἔργων, καὶ τῇ γνώσει τοῦ Θεοῦ προσἐξει.

Ζωὴ ὁ Θεός ἐστι· τῆς δὲ τρισσοφαοῦς αὐτοζωῖας ἡ πηγὴ, ἡ σοφία καὶ ἡ γνῶσις καὶ αἱ ἀρεταί εἰσιν· ἐξ ἧς πηγῆς οἱ πίνοντες, ἀθανασίας μετέχουσι και ἀειζωΐας· τοῖς δὲ κεκτημένοις τὴν τοιαύτην πηγὴν, ἔννοια λόγων ζωῆς ἐστι· ἡ δὲ παιδεία ἀφρόνων, ἡ κακία ἐστίν· ἡ δὲ ἀνεξέλεγκτος παιδεία, ἡ ἀφροσύνη ἐστίν.

Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπε, παρὰ τὸ τὰ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα· ἡ δὲ καρδία τῶν σοφῶν νοεῖ τὰ ἀπὸ τοῦ ἰδίου στόματος ἔν τε κρίσει σωμάτων καὶ ἀσωμάτων, καὶ ἅπερ αὐτοὶ ποιεῖν διδάσκουσι καὶ πράττουσιν.

Λόγους οἱ δαίμονες παρὰ τοῦ διαβόλου μανθάνοντες, ἐπιχειροῦσι τοῖς ἀγίοις, καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἐπινοοῦνται ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκε συνἅπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι· τὸ δʼ αὐτὸ τοῦτο καὶ ὁ Σολομῶν ὡς οἶμαι διὰ ταύτης τῆς παροιμίας δεδήλωκε· σκολιὸν μὲν ἄνδρα λέγων τὸν Σατανᾶν· πορευομένους δὲ λαμπτῆρας δόλου τοὺς διδασκομένους παῤ αὐτοῦ κακοὺς δαίμονάς φησι· φίλους δὲ, τοὺς ἁγίους, τοὺς διὰ τῆς γνώσεως ἀπτομένονς τῷ Θεῷ καὶ ἀλλήλοις.

Ἀνὴρ παράνομος ὁ διάβολός ἐστιν· ἀποπειρᾶται δὲ φίλους Θεοῦ, καὶ ἀπάγει αὐτοὺς ταῖς πρὸς ἀπώλειαν ὁδοῖς καὶ οὐκ ἀγαθαῖς· ὅταν δέ τινα τῶν ἀγίων ἀπατήσῃ, στηρίξει νοήματα τοῖς ὀφθαλμοῖς αὑτοῦ. καὶ λογίζεται διεστραμμένα, μή πως σωθῇ μετανοήσας ὅν ἐθήρευσε· κνίζει δὲ τοῖς χείλεσιν αὐτοῦ ἐν τοῖς ὠσὶν ἐκείνου πάντα τὰ κακὰ ἐνθυμήματα, ἀπόγνωσίν τε καὶ πᾶσαν ἡδονὴν ἀκολασίας· οὗτος κάμινός ἐστι [*](v. 25. 40 v. 28. ⁴¹ v. 29. 42 v. 30.)

197
πάσης κακίας· καὶ φλέγει ἐν αὐτῇ τὰς ψυχὰς τῶν ὀλισθησομένων· ἀλλὰ ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα Πνεῦμα θεῖον, διασυρίζον σοφίαν δρόσου· πολλαὶ δὲ ἔτι τῶν κατʼ αὐτὴν πονηροὶ ἄνθρωποι, εἰώθασι μιμεῖσθαι τὸν πατέρα αὐτοῖς διάβολον.

Κόλπους ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν ἀδίκων· οἷμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἢ τὸν νοῦν, ἢ τὴν γνῶσιν σημαίνει· καὶ τοὺς μὲν πονηροὺς ὁ διάβολος ἐγκολπίζεται, τοὺς δὲ δικαίους ὁ Κύριος.

Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι, πᾶς ὁ ἀποστὰς τῆς κακίας διὰ τῆς ἀρετῆς, τῶν δαιμόνων ἀφρόνων ὄντων δεσποτῶν ἐκράτησεν· ὃς καὶ οἶκος μυστηρίων Θεοῦ γενήσεται. κατὰ ἀναλογίαν τῆς καταστάσεως, ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικήν· οὕτω καὶ Παῦλος τοὺς μὲν ἐν Κορίνθῳ γαλαποτίζων, τοὺς δὲ ἐν Ἐφέσῳ τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ Θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας, καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν.

Κάμινοι οἱ πειρασμοί· διὰ γὰρ τῶν πειρασμῶν καθάρας καὶ ἀκηλιδώτους τὰς καρδίας τῶν ἐκλεκτῶν ὁ Θεὸς ἐκλέγεται.

Ὁ αἱρετικὸς ὑπακούει γλώσσης τῆς τῶν ἀθέων δογμάτων· οἱ δὲ τῆς Ἐκκλησίας, οὐδὲ προσέχουσιν. Διὰ τοῦ ὑπακούειν, τὸ ἑκούσιον δείκνυσιν, ὡς εἰς τὴν τοῦ Θεοῦ σοφὴν διοίκησιν ἐξαμαρτών. — Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχόμενος παρʼ αὐτῶν λογισμοὺς, καὶ σπεύδων ἐνεργεῖν κατʼ αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, ὁρατῶν τε καὶ ἀοράτων, τουτέστι μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ.

Ὁ πιστὸς, φησὶν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τροπικῶς τοῦ νοῦ προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται λόγον, διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὑτοῦ· ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ, ὁ Παῦλος διδάσκει λέγων τό· Ἐν παντὶ ἐπλουτίσθητε, ἕν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ· εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ εὐπόρησαν χρημάτων οἱ περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, κακουχούμενοι, θλιβόμενοι, στενοχωρούμενοι; Πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολὸν, πολλῶν ἀπίστων περιβεβλημένων πλοῦτον πολὺν, λέγω δὲ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου;