Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Πάλιν κἀκεῖ τῆς σοφίας χρεία, ἵνα ἐξιλάσηται ἢ ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους ἄγγελος, θυμὸς τοῦ Θεοῦ λέγεται. Ὁ δὲ σοφὸς ἐν θείοις ἔργοις καὶ λόγοις, ὡς ὁμόφρων αὐτῷ ὤν, οὐ πτοηθήσεται αὐτόν.

Νοσσιαὶ σοφίας εἰσὶν αἱ Ἐκκλησίαι, ἢ αἱ ἐν τῷ οὐρανῷ σκηναί· σοφία δὲ, Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Υἱὸς. ἐστὶν. Nοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον, αἱ πρακτικαὶ ἀρεταί· δικαιοσύνη, γνῶσις, σοφία, σωφροσύνη, ἀνδρεία, μακροθυμία, ἀνεξικακία, ἀοργησία, ἐλεημοσύνη, πίστις σὺν ἐλπίδι καὶ ἀγάπῃ· διʼ ἃς ὡς κλίμακος βαθμίδας, εἰς τὰς τῆς σοφίας σκηνὰς εἰσιέναι ἀκώλυτον τοὺς ἀνιέναι καὶ οἰκῆσαι βουλομένους.

Παιδείαν λέγει φόβου Θεοῦ, νηστείαν, ἐγκράτειαν, ἀγρυπνίαν, ὕμνον, καὶ τὴν ἐν νόσοις πρὸς δοκιμὴν Θεοῦ ἐπερχομένην ἡμῖν παιδείαν. Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ Θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Ὁδοὺς ἐνταῦθα τὰς αἰσθήσεις φησίν ὁ δὲ φυλάσσων αὐτὰς, τηρεῖ ἐκ θανάτου τὴν ἑαυτοῦ ψυχὴν πρὸς ζωήν· ζωὴ γάρ ἐστιν ἡ πάντα ζωοῦσα, καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσα Τριὰς ἁγία ὁ δὲ ἀγαπῶν τὴν ζωὴν, καὶ ἀεὶ ζῇν αὐτῇ ἐφιέμενος, φείσεται στόματος αὑτοῦ ἐκ τῶν μὴ Θεοῦ λόγων καὶ ἔργων, καὶ τῇ γνώσει τοῦ Θεοῦ προσἐξει.