Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὥσπερ ἀήττητά εἰσι, καθάπερ τὰ ὅπλα τὴν ἀσφάλειαν περιποιεῖ· οὐδὲν γὰρ πονηρὸν ἀντιστήσεται τῇ σοφίᾳ, διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνην γὰρ πρὸς ταύτην ἀδυνατοῦσιν οἱ δαίμονες· τῷ δὲ ἄφρονι τά τε ὁρατὰ καὶ ἀσώματα πάντα ἐναντία.

Οἰκίας ἐνταῦθα τὰ σώματα λέγει· οἰκίαι γάρ εἰσι τῶν ψυχῶν· ὀφείλενται δὲ παρὰ τῶν τὴν θεοσέβειαν εἰδότων καὶ τὴν θεωρητικὴν γνῶσιν, οἱ παράνομοι τὴν θεσγνωσίαν μαθεῖν οὐ μόνον, ἀλλὰ καὶ πᾶσαν τῶν ζωοποιῶν ἐντολῶν· ἵνα καθαροὶ γενόμενοι, ἴδωσι τὸν Θεὸν τοῖς νοεροῖς ὀφθαλμοῖς· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος, ὅπερ πάσῃ φύσει λογικῇ τετήρηται· αἱ δὲ οἰκίαι τῶν δικαίων ἕτοιμαί εἰσιν εἰς δοχὴν πάντων, ὡς κελεύει ὁ Κύριος.

Διανοήματα νῦν εἶπεν τὰς θείας ὁράσεις καὶ τὰς ἔξεις τῶν ἀρετῶν, ἅσπερ ταῖς ὁδοῖς νοῦ θρασυκαρδίου ἀντέθεικεν· Ἀπὸ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὰ χείλη, εἶπεν ὁ Κύριος· οὐ γὰρ κακοποιῆσαι, ἀλλʼ ἀγαθοποιῆσαι ὁ ἀγαθὸς ἀνὴρ διανοεῖται· ὁ δὲ θρασυκάρδιος ὡς ἄφρων πράττων καὶ λέγων, ἐμπλησθήσεται μαστίγων, καὶ πραγμάτων ἀφαιρέσεως, καὶ τέλος τὴν ψυχὴν αὐτοῦ ἀπολέσει.