Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἄνδρα, τὸν τοῦ λόγου πτωχεύσαντα· καὶ χεῖράς, τὰς τῆς σοφίας πράξεις.

Ὁ νοήμων ὑπὸ τῶν θλίψεων καὶ τῶν συμφορῶν μὴ συγκαιόμενος, γεννήματα δικαιοσύνης φέρει· ὁ δὲ παράνομος, καὶ ὑπὸ τῶν βελτιόνων διαφθείρεται.

Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ ἀπωλείας καὶ πλάνης αὐτῇ γίνεται πρόξενος· ἡ δὲ ὁδὸς τῆς ζωῆς, οὐ μόνον ἐκ τῆς αἰωνίου, ἀλλὰ καὶ ἐκ πάσης κακότητος τοῦ βίου δυσχερείας τοὺς ἀκάκους φυλάσσει· ἀκάκους δὲ λέχει τοὺς κακῶς ἔκ τινος ὑπομένοντας, καὶ ἀκακίαν ἀσκοῦντας ἐν ἀγάπῃ. Ἤ οὕτως. Ἀνεξέλεγκτος, ἡ πρόσχημα μὲν εὐσεβείας ἔχουσα, ἀγύμναστος δὲ οὗσα καὶ ἀνεξέταστος· ὁ γὰρ μὴ ἐλεγχόμενος, καὶ φανερῶν καὶ ἑτέροις τὰ φρονήματα καὶ τοὺς διαλογισμοὺς αὐτοῦ, πλανᾶται οἰήσει.

Τὸ, καλύπτουσιν, ἀντὶ τοῦ, οὐκ ἐῶσιν ἀνανεῦσαι. Ἤ ἔχθραν τὴν κακίαν λέγει, διʼ ἧς ἐχθροὶ γινόμεθα τοῦ Θεοῦ· τὴν δὲ κατὰ τοῦ Θεοῦ καὶ ἀνθρώπων ἔχθραν ἐγγινομένην ἡμῖν ἐν τῇ καρδίᾳ ὑπὸ τοῦ πονηροῦ, αὐτὴν μὲν ἀποσείονται οἱ δίκαιοι, τοῖς δὲ χείλεσι τὸν Θεὸν ὑμνοῦσιν, ὅταν οὕτως αὐτοῖς ὁ πονηρὸς ὑποβάλλῃ· Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατ ηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ· εἰ δὲ ἡ ἔχθρα, κακία ἐστὶν, ἡ φιλία ἀρετὴ καὶ γνῶσις Θεοῦ, διʼ ἧς φίλοι γινόμεθααὐτοῦ καὶ τῶν ἀγίων δυνάμεων· ἐπὶ δὲ τῆς φιλίας ταύτης, οἱ ὄντες αὐτοῦ φίλοι, καὶ ἀλλήλων εἰσὶ φίλοι.

Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ Δαυῒδ· τουτέστιν ὅσα τῷ Θεῷ ἀρεστὰ, καὶ δικαίοις ἁρμόζει, ἐπιθυμεῖν χρὴ, ἵνα δεκτὴ ἡ προσευχὴ ἡμῶν γένηται ἐναντίον τοῦ Θεοῦ ὁ δὲ ἀσεβὴς, ἀπωλείᾳ αἰωνίᾳ περιφέρεται ἐν τῷ ἐπιθυμεῖν καὶ πράττειν τὰ μὴ Θεῷ φίλα.

Εἰ φόβος Κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σοφίας φόβος Κυρίου, αἱ ἡμέραι αὗται, μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· προκόπτων γὰρ προστίθησι γνώσεις καὶ φωτισμούς· ὑπὲρ δὲ τοιούτων ἡμερῶν εὔχεται καὶ Δαυῒδ λέγων· Μὴ [*](92 v. 12. 92 v. 17. 94 v. 4. 95 v. 5. 96 v. 17 97 v. 18. 98 Rom. v. 10. 99 v. 24. 1 Phal. XXXVII, 10. 2 v. 27.)

189
αγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανε πρεσβύτερος καὶ πλήρης ἡμερῶν· καὶ τὰς θείας ὁράσεις ὡς ??μέρας προστίθησι Κύριος τοῖς ἐν πίστει φοβουμένοις αὐτόν· τὰ δὲ, τῶν ἀσεβῶν ἔτη, ἄσοφα ὀραθέντα καὶ θείας χάριτος ἄνευ, ὠλιγώθησαν.

Αἰῶνα τὸν ἀνθρώπου βίον λέγει, ὡς ὁ Παῦλος· οὐ μὴ ράγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω· τὸ γὰρ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ, αἰῶνα ὠνόμασεν· Οὐκ ἐνδώσει γὰρ, φησὶν, ὁ δίκαιος ἁμαρτῆσαι ἐνοχλούμενος ὐπὸ τοῦ πονηροῦ. Οἱ δὲ ἀσεβεῖς ἁμαρτάνοντες οὐ μόνον ἐκπεσοῦνται τῆς βασιλείας, ἀλλὰ τὸ πῦρ καὶ οὐ τὴν γῆν οἰκήσουσιν.

Ἀντὶ τοῦ, χάριτος ἀνάπλεώς ἐστιν· εὐσεβοῦς δὲ στόμα νῦν τὸν νοῦν λέγει καὶ τὴν καρδίαν, ὡς διὰ τῶν χειλέων ὑμνοῦσαν τὸν Θεόν· τὸ δὲ λαλοῦν πονηρὰ στόμα τῶν ἀσεβῶν, ἀποστρέφεται ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναι τῷ πονηρῷ· ὅρα δὲ τί ἀπʼ ἐκείνου, τί δὲ ἀπὸ τούτου.