Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὤσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά διόπερ καὶ αἰσθήσεως αὐτὸν λόγον ἐπέχειν ὁ σοφὸς Σολομὼν ἡμᾶς διδάσκει.

Οἱ κτώμενοι κακίαν, τῷ κακοὶ εἶναι ἐξουδενοῦσι σοφίαν· καὶ μὴ ἔχοντες φόβον τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι καὶ ἐξουδενοῦσι σοφίαν· πῶς; τῷ μὴ πράττειν μηδὲ μετιέναι· πᾶς γὰρ ὁ τὰ φαῦλα πράττων, μισεῖ τὸ φῶς· ἀλλʼ οὐ παρὰ τὴν οἰκείαν φύσιν ἀτιμάζεται, ἀλλὰ παρὰ τὴν ἐκείνων ἄγνοιαν· ἀλλʼ οἱ εὐσεβεῖς αἱροῦνται τὴν παιδείαν, ἵνα τὴν ψυχὴν καθαρθέντες, εἰσδέξωνται τὴν εἰς κακότεχνον ψυχὴν μὴ εἰσιοῦσαν σοφίαν· οἱ δὲ μὴ ἔχοντες φόβονΘεοῦ, τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι σοφίας καὶ παιδείας, καὶ ἐξουθενοῦσιν ἀμφότερα (1·)· ὡς οἱ τὴν Παλαιὰν μὴ δεχόμενοι, καὶ τὸν Δημιουργὸν ὡς ὠμὸν διαβάλλοντες.

Ὤσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω ναὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα σημαίνει τὴν γνῶσιν· αὕτη γὰρ ἡ συνήθεια τοῦ Πνεύματος τοῦ ἁγίου, πολλοῖς ὀνόμασιν ὠνόμασε τὸν Θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ τὸν νοῦν, καὶ τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὴν ἀγνωσίαν, καὶ τὴν κακίαν, καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ· οὐχ ἀπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὡς τινες οἴονται· διαφόρων ἐνεργειῶν εἰσὶ γνωρίσματα· Θεοῦ δὲ διὰ τῶν ἀγγέλων ἡμῖν ἐνεργοῦντος, καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων τε πρὸς ἡμᾶς.

Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσὶν, οἱ τῆς αὐτῆς αὐτοῖς κακίας μεταλαμβάνοντες κοινὸν δέ ἐστιν, μὴ τοῦ ἑνός ἐστι τοῦ Θεοῦ· ὅρα δὲ ὁμόνοιαν πονηρὰν καὶ ὄλεθρον.

Δίκτυόν ἐστι κόλασις αἰώνιος, καὶ πολυσχιδὴς τιμωρία παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπʼ ἀπωλείᾳ τῶν κακῶς ἐκφύντων πτερῶν· πτερωτὰ δὲ, ἡμεῖς οἱ ἄνθρωποι οἱ δύναμιν ἐὰν θέλωμεν ἔχοντες τοῦ ἀναπτῆναι.