Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. λ΄. Ἔτι τῆς βρώσεως οὕσης ἐν τῷ στόματι αὐτων.

Στίχ. λα΄. Ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπʼ αὐτοὺς, καὶ. ἀπέκτεινε τοῖς (82) πλείοσιν αὐτῶν· καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.

Ἰδόντες τὴν ὀρτυγομήτραν Ἑβραῖοι, οὐκ ἐπίστευσαν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, ὑποσχομένου μέχρι μηνὸς διαθρέψαι αὐτοὺς εἰς πλησμονήν. Ἀλλὰ, φοβηθέντες μήποτε ἀποπτῇ ἢ ἀναλωθῇ πάλιν, Ἔψυξαν, φησὶ. ἐαυτος ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς. Καὶ τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἢ ἐκλι πεῖν· κοὶ Κύριος ἐθυμώθη εἰς τόν λαόν. Καὶ ἐπάταξε Κόριος τὸν λαὸν πληγῇ μεγάλῃ σφόδρα. Πληγὴ δὲ μεγάλη, ὁ πολλῶν θάνατος, κατὰ τὸ εἰρημένον ἐνταῦθα· ὅτι Ἀπέκτεινεν ἐν τοῖς πλείοσι, τουτέστι πολλούς. Ἀλλʼ ὢ τῆς ἀγνωμοσύνης! Πρὶν ἢ δαπανηθῆναι τὰ ἐν τοῖς ὀδοῦσιν αὐτῶν κρέα, ἠπίστησαν ἐπιλαθόμενοι τῆς τοῦ Θεοῦ δυνάμεως. Διὸ τῆς μὲν ἐπιθυμίας αὐτῶν ἐνεπλήσθησαν εἰς ἔνδειξιν τῆς περὶ αὐτοὺς θείας προνοίας· ἀπέβη δὲ αὐτοῖς, διὰ τὴν ἀπιστίαν καὶ ἀπληστίαν, εἰς νόσον χολέρας, ὑφʼ ἧς πολλοὶ διεφθάρησαν· ὧν τὸ ὑπόδειγμα αὐτοῖς τε ἐκείνοις, καὶ τοῖς πρὸς ἐκείνους ὁρῶσιν, ἱκανὸν πρὸς σωφροσύνην ἐγένετο.

Τὸ δὲ, ἐν τοῖς πλείοσιν, Ἀκύλας καὶ Σύμμαχος. ἐν τοῖς πίοσί καὶ λιπαροτέροις, ἐξέδωκαν, τοὺς πλουσιωτέρους τοῦ λαοῦ καὶ ἰσχυροτέρους οὕτως ὀνομάσαντες. Εἰκὸς γὰρ αὐτοὺς διὰ τοῦτο ἀπληστοτέρως ἐμφορεῖσθαι. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, ἐν τοῖς πλείοσιν ἀπέκτεινεν, τουτέστι πολλοὺς, οὓς καὶ ἐκλεκτοὺς ἐκάλεσεν ὁ Δαυῒδ, ὡς πολεμιστάς. Οἱ δὲ ἦσαν ἑξακόσιαι χιλιάδες καὶ πεντακόσιοι καὶ πεντήκοντα ἀπὸ εἰκοσαετοῦς καὶ ἀνωτέρω, χωρὶς τῆς κατωτέρας ἡλικίας, καὶ τῶν γυναικῶν, καὶ ὅλης τῆς φυλῆς τοῦ Λευί. Τούτους ἅπαντας ἔθρεψεν ὁ Θεὸς εἰς κόρον ἐπὶ πολύ. Ἔφη γάρ· Ἔως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν. Ὁρῶν λαὸν ἐπιθυμητὴν, καὶ καθᾶραι αὐτὸν ἀπὸ τῆς ἐπιθυμίας βουλόμενος, ἑώρα ὅτι λόγῳ διδασκαλικῷ οὐ καθαίρεται, ἀλλʼ αὐτῇ τῇ ἐπιθυμίᾳ γενομένῃ προσκορεῖ. Πάντων γὰρ κόρος ἐστὶν, οὐχ ὕπνου μόνον, ἀλλὰ καὶ βρωμάτων. Διὸ ἔπεμψεν αὐτοῖς ὀρτυγομήτραν ἐπὶ τριάκοντα ἡμέρας· οἱ δὲ, τῇ ἀπληστίᾳ χρησάμενοι, χολερικῷ πάθει ἐφθείροντο.

Δὶς δὲ εὑρίσκω τὸν λαὸν φαγόντα ὀρτυγομήτραν· ἅπαξ μὲν ἡνίκα εὐθέως ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· τὸ δὲ δεύτερον, ὡς ἐν τοῖς Ἀριθμοῖς ἀναγέγραπται, ἡνίκα κακῶς εἶπον τὸν ἄρτον τοῦ Θεοῦ, καὶ διάκενον αὐτὸν ὠνόμασαν· ὅτε καὶ ὀργὴ ἀνέβη ἐπʼ αὐτοὺς, ὡς τάχα κάτω που οὖσα πρὶν ἢ ἁμάρτωσιν. Ἐπειδὴ γὰρ, πεῖραν πολλὴν λαβόντες τῆς θείας δυνάμεως, οὐκ ἐπίστευσαν τὸν φιλάνθρωπον δύνασθαι χορηγῆσαι αὐτοῖς τροφὴν, καὶ ταύτην ἔδωκε, καὶ τὴν παιδείαν ἐπήγαγεν, ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν. Φευκτέον τοίνυν ὀψοφαγίαν, λαιμαργίαν, γαστριμαργίαν·

141
τουτέστι τὴν περὶ χρῆσιν ὄψου ἀμετρίαν, τὴν περὶ τὸν λαιμὸν μανίαν, τὴν περὶ τὴν τροφὴν ἀκολασίαν, καὶ περὶ γαστέρα μανίαν, ἵνα μὴ τὸν νοῦν ἐγκατορύφωμεν τὰ κου ---.

Λυπεῖ δὲ οὐδὲν καὶ κατὰ ἀναγωγὴν τὰς ἱστορίας ταύτας θεωρῆσαι. Ῥύεταί τοι ὁ Θεὸς καὶ ἡμᾶς ἀεὶ ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, τῆς κατὰ τὴν ἁμαρτίαν, ἵνα εἰσαγάγῃ διὰ πολλῶν γυμνασίων, διὰ πολλῶν θαυμασίων, διʼ ἄρτου ἐπουρανίου, διʼ ὕδατος ἀπὸ τῆς πέτρας, ἡ πέτρα δὲ ὁ Χριστὸς, ἐπὶ τὴν ἁγίαν ἐπαγγελίαν. Μέγα οὖν ἐμοὶ, ἐὰν, νοήσας τὴν θάλασσαν τοῦ βίου καὶ τὰ κύματα τὰ ἐν τῷ βίῳ, καὶ τὸ πικρὸν καὶ ἁλμυρὸν τῶν βιωτικῶν πραγμάτων κλυδώνιον, δυνηθῶ, εὐεργετηθεὶς ὑπὸ τοῦ Θεοῦ, ἰδεῖν καταποντισθέντας τοὺς νοεροὺς Αἰγυπτίους, καὶ τὸν νοητὸν Φαρσώ· αὐτὸς δὲ ὢν ἐν τῷ φωτὶ τῆς ἡμέρας σκεποίμην ὑπὸ νεφέλης τῆς κούφης, καὶ ὑπὸ φωτισμοῦ πυρὸς, ἐάν ποτέ γε σκοτεινὰ καὶ δύσκολα --- καὶ ὁ κόσμος μὲν ἐσκότηται, καὶ πάντα ἀγνοίαις πεπλήρωται· ἐγὼ δὲ πρὸς πνευματικὰ τῆς πονηρίας πα --- (83) ἐν φωτὶ ὦ διὰ τὸ ἀληθινὸν φῶς τὸν Χριστὸν, διὰ τὴν νεφέλην, ᾗ οὐκ ἐξ ἀτμῶν τινων κατὰ τὴν κοινὴν φύσιν ἡ πτάσις ἦν, βαθυνομένου τοῖς ἀτμοῖς τοῦ ἀέρος διὰ τῆς ὀμιχλώδους συστάσεως, καὶ πρὸς ἑαυτὸν ἐμπιλουμένου τοῖς πνεύμασιν· ἀλλὰ κρεῖττόν τι καὶ ὑψηλότερον τῆς ἀνθρωπίνης καταλήψεως, ὡς, καὶ τῆς ἡλιακῆς ἀκτῖνος θερμῶς ἐπιλαμπούσης, διατείχισμα ἔχειν, σκιάζουσάν τε τὸ ὑποκείμενον, καὶ λεπτῇ δρόσῳ τὸ φλογῶδες τοῦ ἀέρος ὑπονοτίζουσαν· καὶ διὰ τῆς νυπτὸς πῦρ γίνεσθαι ἀφʼ ἐσπέρας εἰς ὄρθρον, τῷ ἰδίῳ φωτὶ τοῖς Ἰσραηλίταις δᾳδουχοῦσαν τὸ φέγγος μέγα. Ἐὰν ἐν τῇ ἐρήμῳ τοῦ βίου, ἔνθα ἐπικρατεῖ πολλὴ ἄνοια τῶν πραγμάτων, διελὼν τὸν στεῤῥότατον, αὐτοῦ λόγον πέτραν ὀνομαζόμενον, ἀφθόνως καὶ εἰς κόρον ποτίσῃ με, ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς τῆς πνευματικῆς κοιλίας ποταμούς.

Ἐγὼ δὲ παραικραίνω τὸν Ὕψιστον ἐν ἀνόδρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν πάλιν ἁμαρτάνω, ἐπιλανθανόμενος τῶν λόγων τῶν θρεψάντων με, καὶ τοῦ ὕδατος, τοῦ ἀπὸ τῆς πέτρας, ἥτις ἐστὶν ὁ Χριστός. Πέτρᾳ δὲ ἀπεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπέρτατος φύσις. Οὗ καὶ κατελάλησαν, ὡς ἐν προσώπῳ Μωσέως, ἡ συναγωγὴ, κατηγοροῦντες ἐπὶ Πιλάτου, καὶ τὸ, Αἶρε, σταύρου, ἀνακεκράγασιν. Εἶτα δὲ δυσὶ λελυπήκασι πληγαῖς, ὡς τὴν πέτραν Μωϋσῆς δὶς ἐπάταξεν. Ἀπεκτείνασι, γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, εἶθʼ ὅτι μεμένηκεν ἐν νεκροῖς, ἀναπείθειν ἤθελον. Ἀλλ᾿ ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καὶ πεπότικε πᾶσαν τὴν συναγωγήν. Ἐπέκλυσε γὰρ τὴν οἰκουμένην Χριστὸς ἱεροῖς τε καὶ θείοις νάμασιν. Ὁ πηγάζων τὸ θεῖον νᾶμα τοῖς διψῶσι, καὶ προχέων τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομίσαντος, καὶ τὸ πικρὸν τῆς Μεῤῥᾶς. τοῦ κολαστοῦ [*](96 I Cor. x, 4. 97 Psal. lxxvii, 17. 98 I Cor. x, 4. 99 Joan. xix, 15. 1 Act. iii, 15. 2 Psal. lxxvii, 15; Exod. xvii, 6.) [*]((83) Forte πάθη.)

144
νόμου, μετέβαλεν εἰς γλυκύτητα τῇ παραδοχῇ τοῦ ξύλου τοῦ σταυροῦ, καὶ τοῦ ἐπʼ αὐτῷ μυστηρίου. Τὸ γὰρ γράμμα καὶ ὁ νόμος ἀποκτείνει, τὸ δὲ πνεῦμα καὶ ἡ ἐν πνεύματι λατρεία ἡ εὐαγγελικὴ ξωοποιεῖ.

Μεγάλην δὲ πρόνοιαν ποιούμενος ὁ Θεὸς τοῦ ἀνθρώπου, καὶ οὐρανὸν αὐτῷ ἀνοίγει, καὶ τροφὴν αὐτῷ δίδωσιν οὐράνιον, καὶ χειραγωγεῖ αὐτὸν αὐτὸς, γινόμενος τοῖς ὁδεύουσι φῶς, καὶ ἄγων ἐπὶ ὀδοὺς, ἂς καθʼ ἑαυτὴν ἡ ἀνθρωπίνη φύσις οὐκ ἐπίσταται. Πλὴν ἑσπέρας μὲν τὴν ὀρτυγομήτραν, ἄμα δὲ τῇ ἕῳ τὸ μάννα καθίησι, πλαγίως ἡμῖν τοῦ παραδείγματος ὑπεμφαίνοντος, ὅτι μή ἐστιν ἐν φωτὶ νοητῷ τῶν γηΐνων ὁ ἐραστής· ἃ διὰ τῆς ὀρτυγομήτρας σημαίνεται, ἣν ὀρέγει ἐπιζητοῦσι Θεὸς, οὐχ ἕλκων αὐτὸς εἰς ἐπιθυμίαν, οὕπω δὲ διδοὺς τὸ κατανεανιεύεσθαι παθῶν. Τὸ δὲ μάννα σκιὰ τῶν διὰ Χριστοῦ παιδευμάτων τε καὶ χαρισμάτων, ἃ ἄνωθέν ἐστι καὶ ἐξ οὐρανοῦ, καὶ τὸ γεῶδες οὐκ ἔχει, ἀμοιρεῖ δὲ μᾶλλον καὶ βδελυρίας σαρκικῆς. Καὶ οὕτως τροφὴ πνευμάτων ἐστὶν ἡ ἐν τούτοις ὀρθὴ καὶ ἀκίβδηλος γνῶσις, ἧς ἡ χορηγία, ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ γίνεται, ἀνίσχοντος τοῦ Ἡλίου τῆς δικαιοσύνης Κυρίου (85), ὃς ἀποτρέφει ἡμᾶς εἰς ζωὴν ἀμήρυτον.

Ὁ γὰρ τὸ θεῖον μάννα κατεδηδοκὼς ἀμείνων ἔσται φθορᾶς καὶ ὑπεραλεῖται θανάτου. Συλλέξεται δὲ, φησὶ, τοῖς συσκήνοις, καὶ οὐ καταλείψετε ἀπʼ αὐτοῦ εἰς τὸ πρωῒ. Χρὴ γὰρ ὁμοῦ τοῖς ὁμοπίστοις, τοῖς τὴν οἰκοῦσι σκηνὴν, τὴν Ἐκκλησίαν, τῶν θείων ἡμῶν ἐμφορεῖσθαι λόγων, καὶ μὴ τηρεῖν τὴν σκιὰν μετὰ τὴν τῆς ἀληθείας ἕνδειξιν (86) Οἵτινες γὰρ, φησὶν, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Πλὴν ἀφιγμένοι διὰ τῆς πίστεως εἰς τὸν ἐν Χριστῷ νοούμενον σαββατισμὸν, τουτέστιν εἰς ἀργίαν καὶ κατάληξιν τὴν ἐξ ἁμαρτίας, οὐχ ὡς ἄχρηστον παραιτούμεθα τὴν προσωρευθείαν (87) τοῦ νόμου παίδευσιν, χειραγωγοῦσαν ἡμᾶς εἰς Χριστόν. Περιτυγχάνομεν γὰρ ταῖς διὰ Μωσέως σκιαῖς, ἵνα τὴν ἐν αὐταῖς ζητῶμεν ἀλήθειαν, καινὰ καὶ παλαιὰ ἐκ θησαυροῦ ἐκβάλλοντες. Εἰ δὲ βούλει, ἅπερ ἐνταῦθα συλλέξομεν ἐν παρασκευῇ, ταῦτα ἐκεῖσε σαββατίσαντες εὑρήσομεν καὶ τραφησόμεθα.

(87·) Πάλαι μὲν οὖν ἄρτον ἀπʼ οὐρανοῦ ἔδωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ, ἀκοπιάστως πρός πᾶσαν ἡδονὴν ἰσχύονεα· πρὸς ὃ γάρ τις ἐβούλετο μετεκρίνατο. Τοιαύτη δὲ ἡ τοῦ τρέφοντος τὴν ψυχὴν λόγου φύσις, πρὸς τὴν δύναμιν τοῦ τρεφομένου μεταβάλλουσα. Ἐὰν νήπιον τρέφῃ ὁ νόμος, γάλα γίνεται· ἐὰν ψυχὴν ἀσθενοῦσαν, λάχανον· ἐὰν τέλειον, στερεὰ τροφή. Οὐ καθεζομένοις δὲ ἡμῖν ἔρχεται τὸ μάννα, ἀλλʼ ἐρχομένοις ἔξω τῆς παρεμβολῆς· λέγω δὴ τοῦ σώματος, ἐν ᾧ ἐνεῖρκται ἡ ψυχή. Δεῖ γὰρ τὴν ψυχὴν μηκέτʼ εἶναι ἐν σαρκὶ, ἀλλʼ ἐν πνεύματι. Οὐδεὶς δὲ, φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ, δύναται ἄρτον οὐράνιον φαγεῖν· διότι ψυχικὸς ἄνθρωπος [*]((87) Puto προσωρευθεῖσαν.) [*]((87·) Ὠριγ.)

145
φθέγμα τῷ ἄρτῳ ὅνομα· εὔξασθε ἵνα ἡμῖν ὁ Θεὸς ἐπισιτισμὸν ἀποστείλῃ εἰς πλησμονήν· οὐχ ὥστε γεύεσθαι μόνον, ἀλλὰ καὶ πληρωθῆναι τῶν λόγων τῆς ζωῆς, καὶ ἰσχυροποιηθῆναι ἐν αὐτοῖς. Πλὴν ἡ προηγουμένη τροφὴ αὔτη ἐστίν.

(88) Ἐσθιόντων δέ ποτε τὸ μάννα Ἑβραῖοι ἔλεγον· Οὐδὲν, πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ἐμνήσθημεν γὰρ, ὅτι ἐκαθέσθημεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν ἐν Αἰγύπτῳ· καὶ ἡμεῖς ταλανίζομεν ἐκείνους, ὡς τότε ἡμαρτηκότας· οὐχ ὁρῶντες, ὅτι καὶ ἐν ἡμῖν ταῦτα τὰ ἁμαρτήματα γίνεται· ἀντὶ τῆς πνευματικῆς Γραφῆς τὰ πράσα τὰ δυσώδη, καὶ τὰ κρόμμυα τὰ βλάπτοντα τοὺς ὁφθαλμοὺς τῆς ψυχῆς, καὶ τὰ πληροῦντα δυσωδίαν ἁμαρτήματα σκόροδα ἐπιθυμοῦμεν φαγεῖν, καὶ ἐμφορηθῆναι ἡδονῶν δυσοσμίας. Καὶ τὴν ἔκλυτον τοῦ κόσμου καὶ τῶν σωματικῶν φύσιν ποθοῦντες, πεπόνων ἐπιθυμοῦμεν, καὶ τὸ μὴ ἀναδιδόμενον εἰς τὴν τῆς ψυχῆς οὐσίαν ἀνελόντες, σικύων θέλομεν μεταλαμβάνειν. Καὶ ἐπειδὴ οὐ θέλομεν τὸν ἄρτον, τὸν ἐκ τοῦ οὐρανοῦ, οὗ προφῆται κήρυκες καὶ δίκαιοι, νεφέλαι καλούμενοι διὰ τὸ ὑψοῦ φέρεσθαι αὐτῶν τὸν νοῦν· καὶ διὰ τὸ ἐντέξειν (89) νεφελῶν τοῖς νοητοῖς ὑετοῖς κατάρδειν, ἑτέρους ἐξαποστελεῖ ἡμῖν ὁ Θεὸς, κρέας ὡσεὶ χοῦν, ἕως οὗ ἐξέλθῃ ἐκ τῶν μυκτήρων ἡμῶν, καὶ ἕως πληρώσῃ ἡμᾶς νόσου καὶ μαλακίας, ὡς τὴν δυσώδη καὶ πολύδακρυν ἁμαρτίαν ζητοῦντες.

Οἱ γὰρ τῶν κοσμικῶν πραγμάτων ἀπολαύοντες νοσοῦσι τὴν ψυχὴν, διὰ ταῦτα καὶ ἐν χολέρᾳ καὶ νόσῳ εἰσὶ, καὶ πᾶσι κακοῖς διὰ τὴν διψυχίαν αὐτῶν. Ἀλλʼ ἡμᾶς γένοιτο νηστεύειν νηστείαν δεκτὴν, τὸ φρόημα τῆς σαρκὸς μὴ τρέφοντας, μηδὲ γενοίμεθα ἐν ἀνύδρῳ, στερήσει τῶν πνευματικῶν ὑδάτων, διὰ τὸ μηδὲν δρᾷν τῶν γλυκαινόντων τὴν τοῦ Ὑψίστου χρηστότητα. Γλυκαίνει δὲ αὐτὴν τὰ κατʼ ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα. Μηδὲ ἐκπειράσαι αὐτὸν ἐν ταῖς καρδίαις ἡμῶν· ἤγουν οὐκ ἐξ ἐπιπολῆς, ἀλλʼ ἐκ βάθους τοῦ ἡγεμονικοῦ ἀμφιβάλλοντες περὶ τῆς θείας δυνάμεως· μηδʼ αἰτήσαιμεν βρώματα ταῖς ψυχαῖς ἡμῶν· οὐ ταῖς κατʼ εἰκόνα λέγω, αἲ τρέφονται ἐκ τῶν ζωῆς ἄρτων, ἀλλὰ ταῖς εἰς σάρκα μεταβαλλούσαις, διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι, ὀρεγομέναις οὐκ ὠφελίμων καὶ ὑγιῶν τροφῶν, ἀλλʼ ἡδέων καὶ νοσοποιῶν. Ἀλλʼ ἑτοιμασθείη ἡμῖν τράπεζα, ἐφʼ ἢν ἡ σοφία τὰ ἑαυτῆς θύματα ἐπιτίθησι, καὶ τὸν ἑαυτῆς οἶνον εἰς κρατῆρα κιρνᾷ. [*](9 1 Cor. 11, 14. 10 Matth. vi, 11; Luc. xi, 3.) [*]((88) Ἐσθίοντες, vel mox lege Ἐβραίων.)

147
Μηδὲ ὀργὴ ἐφʼ ἡμᾶς ἀναβαίη, τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος τὸ ἀπατηλὸν, τὸ δίκην προδρόμου ἢ κατασκόπου ἐκ τοῦ σκότου ἐν ᾧ ἐκέκρυπτο, εἰς τὴν ψυχὴν ἀνιὸν διὰ τῆς ἐνθυμήσεως· μηδὲ ὡς πῦρ ἐξαφθείη ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Ἀλλʼ οὐρανοῦ θυρίδες ἡμῖν ἀνοιγεῖεν, αἱ τῶν νοητῶν καὶ πνευματικῶν ἐξαπλω (90) ἀρεταὶ --- κακίαι ἅδου καὶ θανάτου, αἵτινες οὐ κατισχύουσι τῶν, κατὰ Πέτρεν, ἀνελθόντων ἐπὶ πύλας τῆς θυγατέρος Σιών. Καὶ ὁ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἄνθρωπος, κατʼ εἰκόνα Θεοῦ, ὁμοέστιος ἀγγέλοις γένοιτο, τοῦ ἀληθινοῦ μάννα μεταλαμβάνων, καὶ ἀπὸ οὐρανοῦ τροφὴν, ἀλλʼ οὐκ ἀπὸ τῆς ἐπικαταράτου γῆς, ἢν ὁ ἁμαρτάνων ἐν λύπαις ἐσθίει. Οἱ τούτων ἀκούοντες πτερούσθωσαν, ἐπαιρέσθωσαν, μηκέτι ἔστωσαν ἐν σαρκί· γενέσθωσαν ἐν πνεύματι· Οἱ γὰρ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. Ἀλλʼ ἐπὶ τὴν ἱστορίαν ἀνιτέον.