Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. κδ΄. Ὅταν πέσῃ οὐ καταῥῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.

Οἱ ἐν τοῖς ἀγῶσι παλαίοντες πεπτώκασι τὸ πρῶτον, νενικήκασι τὰ τρία. Ἐπὶ τούτοις εἴποις ἂν κατὰ τὸ σωματικὸν, ὅτι· Πέπτωκεν, οὐ κατεῤῥάγη δὲ, νενίκηκε γὰρ μετὰ τὸ πεσεῖν. Ἐὰν ἵδῃς ἄνθρωπον νενικημένον, καὶ μετὰ τὸ νενικῆσθαι οὐ παραδόντα ἐαυτὸν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης, ἀναστάντα δὲ, ὑπομνησθέντα τῆς Γραφῆς· Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; λέγε, ὅτι, πεσὼν ὁ τοιοῦτος, οὐ κατεῤῥάχθη. Ἐὰν δὲ μετὰ τὸ πεσεῖν ἀπαυδήσῃ, κατεῤῥάχθη. Καλὸν μὲν οὖν ἀθλητὴς εἶναι ἄπτωτος, καὶ ἵνα οὕτως ὀνομάσω ἀπὸ τῶν παραδειγμάτων, ἀμεσολάβητος, ἀσυνέζωστος. Εἰ δὲ πέπτωκεν, ἀναστήτω. Πενθοῦνται γὰρ οἱ πεσόντες, καὶ μετὰ τὸ ἁμαρτῆσαι ἀπαλγήσαντες, καὶ παραδόντες ἑαυτοὺς πάσῃ ἁμαρτίᾳ. Ἐν ἀγενείων (78), ἐν ἀνδράσι στεφανώθητι. Πέπτωκας ἐν παισί; τὸν ἀγένειον ἀγώνισαι, καὶ νίκησον ἐν αὐτῷ. Ἐν κοιλίᾳ ἐπτέρνισε τὸν Ἠσαῦ ὁ Ἰακώβ· ἐκ παιδὸς ὁ Δανιὴλ προεφήτευσε, καὶ τοὺς [*](88 Psal. LXXII, 23. 89 Psal. V, 5. 90 Jerem. VIII, 4.) [*]((76) Κύριλ.) [*]((77) Ὡριγ.) [*]((78) Forte ἐξ ἀγενείων, vel ἐν ἀγενείοις.) [*]((79) In lucta Græcorum, qui adversarium ter)

136
πρεσβυτέρους ἤλεγξεν. Οὐ δύνασαι τοιοῦτος γενέ σθαι; Γενοῦ ἐξῆς ἀθλητὴς, ὡς ὁ δίκαιος, ὃς, κἂν πέσῃ παλαίων ἢ τρέχων, οὐ καταῤῥήγνυται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Ἀμφίβολος ἡ λέξις· πότερον γὰρ τὴν ἑαυτοῦ, ἢ τὴν τοῦ παλαίοντος καὶ ἤδη μέλλοντος καταῤῥήγνυσθαι, ἵνα μὴ ὅλως ἔλθῃ ἐπὶ πρόσωπον, καὶ γένηται χαμαὶ ὅλος κείμενος.

Στίχ. κε΄. Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον.

Ἑτέρως δὲ ἴσμεν ἡλικίαν κατὰ τὸν ἕσω ἄνθρωπον, παιδίου, νεανίσκου, γέροντος. Πρὸ γοῦν τοῦ Ἀβραὰμ οἱ πολυχρονιώτεροι αὐτοῦ οὐκ εἴρηνται πρεσβύτεροι· ἀλλʼ αὐτὸς πρῶτος διʼ ἀρετὴν πρεσβύτερος ἐχρημάτισε, καὶ διὰ τὸ τὸν ἔσω αὐτοῦ ἄνθρωπον κατηργηκέναι τὰ τοῦ νηπίου. Καὶ Ἱερεμίου ἄκουε· Μὴ λέγετε, ὅτι νεώτερος ἐγώ εἰμι. Τοιοῦτόν τί μοι νόει καὶ περὶ τοῦ Δαβίδ· Νήπιος, φησὶν, ἐγενόμην κατὰ τὸν ἔσω μου ἄνθρωπον. Μεταβαλὼν δὲ ἐκ νεαροῦ ἤθους καὶ ἀβεβαίου, καθʼ ὃν νεωτερίζων νεώτερος ἤμην, εἰς γῆρας ἦλθον, βίον ἀκηλίδωτον ἔχων καὶ πολιὰν φρόνησιν. Καὶ οὕτω προκόψας, οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. Ἐὰν σωματικῶς ἀκούῃς, ψεῦδός ἐστι. Δύο δέ εἰσιν ἐγκαταλείψεις· ἡ μὲν σωματικὴ, ἥτις οὐδὲν ἡμᾶς βλάπτει· ἡ δὲ τῆς ψυχῆς. ἥτις ὀλέθριός ἐστιν. Ὅσον μὲν οὗν πλουτοῦμεν ἐν ἔργοις δικαίοις, τοσοῦτον μᾶλλον βοηθούμεθα πρὸς τὸ μὴ ἐγκαταλείπεσθαι μέχρι τέλους. Διὸ οὐκ εἶπεν, ἐγκαταλειφθέντα, ἀλλʼ ἐγκαταλελειμμένον. Ἐπεὶ, πρὸς καιρὸν καὶ ἐγκαταλιμπάνονται δίκαιοι, ὡς ὁ Ἰὼβ, ἵνα ἀναφανῇ δίκαιος.