Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. β΄. Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.

(55) Καὶ ἄλλως δέ πρὸ τῆς ἐπιδημίας Χριστοῦ γνωστός ἐν τῇ Ἰουδαίᾳ μόνον ἦν ὁ Θεός· μετʼ αὐτὴν δὲ, τοῦ Κυρίου ἡ γῆ. Ἀλλʼοὐδὲ πλήρωμα πρὸ ταύτης ἦν ἐν πάσῃ τῇ γῇ· μεστὰ δὲ ἦν αὐτῆς τὰ πλεῖστα κακότητες. Μετʼ αὐτὴν δὲ πολλοὶ τῶν πεπιστευκότων ἐθνικῶν εἴποιεν ἄν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Διόπερ αὐτοῦ καὶ πλήρωμα λέγοιντο. Ἀλλʼ οὐχ οἱ κενοὶ τῆς εὐαγγελικῆς πολιτείας. Ἀλλὰ καὶ ἐν ἐρήμῳ ὁ ἁμαρτωλὸς κατοικεῖ· οἰκουμένην δὲ, ὁ τὴν Ἐκκλησίαν οἰκῶν πεπληρωμένην τῆς ἁγίας Τριάδος· καὶ ἔστι τοῦ Κυρίου. Ἀλλʼ οὐχ ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου, καὶ μερὶς ἐκείνου γενόμενος.

Στἱχ. γ’. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοὺς;

(56) Ἤ καὶ ὄρος Κυρίου τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον. Σπάνιος γὰρ ὁ πρὸς τὴν ἀκρώρειαν αὐτοῦ διὰ προκοπῆς ἀναβῆναι δυνάμενος.

(57) Ὁγὰρ τελειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἶός τε ὤν, ἵσταται βέβαιος, καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ. Ὀπίσω γὰρ Κυρίου πορευόμενος, ἀναβαίνει τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, τέλος ἔχων τὸ στῆναι μετὰ Θεοῦ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· ἐφʼ ὅν δεῖ ἀναβῆναι καὶ στῆναι τὸν εὐαγγελιζόμενον τῇ Σιὼν, πρὸς ὅν ἐφθακότι τῷ Μωϋσῇ φησιν ὁ Θεός· Σὺ δὲ αὐτοῦ στῆυι μετʼ ἐμοῦ. Ἀλλὰ καὶ Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, ὡς ἐφʼ ἕτερον ἁγίασμά φασιν οἱ προφῆται. Ἐπεὶ πέτρα ἧν ὁ Χριστός. Ἀλλὰ τίς ὁ τῶν ἐπαγγελιῶν τούτων τευξόμενος, εἴρηται τελεώτερον ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ψαλμῷ.