Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. β΄. Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.

(55) Καὶ ἄλλως δέ πρὸ τῆς ἐπιδημίας Χριστοῦ γνωστός ἐν τῇ Ἰουδαίᾳ μόνον ἦν ὁ Θεός· μετʼ αὐτὴν δὲ, τοῦ Κυρίου ἡ γῆ. Ἀλλʼοὐδὲ πλήρωμα πρὸ ταύτης ἦν ἐν πάσῃ τῇ γῇ· μεστὰ δὲ ἦν αὐτῆς τὰ πλεῖστα κακότητες. Μετʼ αὐτὴν δὲ πολλοὶ τῶν πεπιστευκότων ἐθνικῶν εἴποιεν ἄν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Διόπερ αὐτοῦ καὶ πλήρωμα λέγοιντο. Ἀλλʼ οὐχ οἱ κενοὶ τῆς εὐαγγελικῆς πολιτείας. Ἀλλὰ καὶ ἐν ἐρήμῳ ὁ ἁμαρτωλὸς κατοικεῖ· οἰκουμένην δὲ, ὁ τὴν Ἐκκλησίαν οἰκῶν πεπληρωμένην τῆς ἁγίας Τριάδος· καὶ ἔστι τοῦ Κυρίου. Ἀλλʼ οὐχ ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου, καὶ μερὶς ἐκείνου γενόμενος.

Στἱχ. γ’. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοὺς;

(56) Ἤ καὶ ὄρος Κυρίου τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον. Σπάνιος γὰρ ὁ πρὸς τὴν ἀκρώρειαν αὐτοῦ διὰ προκοπῆς ἀναβῆναι δυνάμενος.

(57) Ὁγὰρ τελειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἶός τε ὤν, ἵσταται βέβαιος, καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ. Ὀπίσω γὰρ Κυρίου πορευόμενος, ἀναβαίνει τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, τέλος ἔχων τὸ στῆναι μετὰ Θεοῦ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· ἐφʼ ὅν δεῖ ἀναβῆναι καὶ στῆναι τὸν εὐαγγελιζόμενον τῇ Σιὼν, πρὸς ὅν ἐφθακότι τῷ Μωϋσῇ φησιν ὁ Θεός· Σὺ δὲ αὐτοῦ στῆυι μετʼ ἐμοῦ. Ἀλλὰ καὶ Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, ὡς ἐφʼ ἕτερον ἁγίασμά φασιν οἱ προφῆται. Ἐπεὶ πέτρα ἧν ὁ Χριστός. Ἀλλὰ τίς ὁ τῶν ἐπαγγελιῶν τούτων τευξόμενος, εἴρηται τελεώτερον ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ψαλμῷ.

[*](28. Psal. LXXXVIII, 31, 34. 29 Heber. XII, 6. 33 Psal. LXXV, 2. 34 Psal. XXIII, 1. XXXIX 3. 39 Cor. X, 4.)[*]((54) Forte εἰ pro οὐ.)[*]((55) Confer t. XII, loc. cit.)
116

Στίχ. Ϛ΄. Αὕτη ἡ γενεὰ ζητούντων τόν Κόριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.

(58) Καὶ μὴν εἶπεν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ὡς ἀληθῶς γὰρ οὐκ ὄψεταί τις ἄνθρωπος ὤν, καὶ μὴ πᾶν ἀνθρώπινον ἀποθέμενος, καὶ μεταβαλὼν εἰς ἄγγελον καὶ Θεὸν, ὅπερ οὐκ ἔστιν ἐνθάδε. Περὶ δὲ τῶν ἀγγέλων τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν, ὁ Σωτήρ φησιν, ὅτι Διαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς.

Στίχ. θ΄. Ἄοατε πύλας, οἱ ἄρχοντες, ἡμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.

Στἱχ. ι᾿. Τίς ἐστν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δοθης.

(59) Ὡς ἄρχοντα δὲ στρατοπέδων, δυνάμεων ἐκάλεσαν Κύριον, ὅπερ ἐν τῷ Ἑβραικῷ Σαβαὼθ εἴρηται. Τοῦτο δὲ καὶ Κόριον στρατιωτῶν οἱ Ἑβδομήκοντα καὶ Παντοκράτωρ ἐν ταῖς Γραφαῖς ἑρμηνεύουσι. Καὶ τὸ νῦν ἄρα λεχθὲν, παντοκράτορα τὸν Σωτῆρα δηλοῖ. Οὕτως λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέστειλέ με πρὸς σέ. Παντοκράτωρ γὰρ ὤν ὁ Πατὴρ, τὸν Υἱὸν ἀπέστειλε παντοκράτορα. Καὶ Ἰωάννης δὲ ἐν τῇ Ἀποκαλύψει, Τάδε λέγει, φησὶν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθννὸς, ὁ ἧν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος· περὶ τοῦ Σωτῆρος ὁμολογουμένως εἰπών.

(60) Τινὲς δὲ οὐ πρὸς ὑψηλοτέρας πύλας, πρὸς δὲ τὰς αὐτὰς τὰ διττῶς εἰρημένα φασί.