Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. Ϛʼ. Ὠδῖνες ᾄδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου.

Ἁρμόσει δὲ ταῦτα καὶ τῷ Σωτῆρι, ἔχοντα πολλὴν οἰκειότητα πρὸς τὸ, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ, Περίλυπός ἐστιν ἡ ψυχή μου ἔως θανάτου.

Στίχ. η΄. Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός.

Προδήλως δείκνυσι τοῦ Θεοῦ τὴν κατάβασιν διὰ τὰ προειρημἐνα, τόν τε θάνατον καὶ τὰς ὠδῖνας τοῦ ᾄδου. Ἐξ οὖ δὲ καταβάντος, κατὰ τὸν Ἀκύλαν, ἐκινήθη καὶ ἐσείσθη ἡ γῆ. Πᾶσα γὰρ ἀκοὴ Ἑλληνικὴ καὶ βάρβαρος ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης. Γῆν γὰρ ἔφη τοὺς ἐπὶ γῆς. Ὀρέων δὲ, τῶν ἀντικειμένων δυνάμεων· αἵ τῇ πλάνῃ τῶν εἰδώλων τοὺς ἀνθρώπους [*](18 Joan. XII, 27. 19 Math. XXVI, 38. 20 Psal.)

112
ἐνέμοντο, τῆς τοῦ Θεοῦ κατεπαιρόμεναι γνώσεως. Τὰ θεμέλια, καὶ οἱ βαθεῖς διαλογισμοὶ, αἰσθανόμενα τῆς τοῦ Κυρίου δυνάμεως, ἐταράχθησαν ἀχθόμενα. Αἷς (51) ὀργισθέντος τοῦ Θεοῦ, ἀνέβη καπνὸς καθάπερ ἐπὶ δαλοῦ· σβεννυμένων καὶ τοῦ πυρὸς παυσαμένων, ᾧ τοὺς ἀνθρώπους κατέφλεγον. Τὸ πῦρ δὲ τοῦτο κατέσβεσε τῷ ἰδίῳ πυρί. Καθὸ πῦρ καταναλίσκον εἴρηται Θεὸς παρὰ τῷ Μωῦσῇ. Καὶ ἐν Ψαλμοῖς· Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Καὶ πάλιν· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὺς ἡμῶν, καὶ οὐ παρασιωτήσεται. Πῦρ ἐνώπτιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Διὸ καὶ ἔφασκεν ὁ Σωτήρ· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Καὶ τί θέλω, εἰ ἤδη ἀνήφθης Ταῦτα ἐποίησε κλίνας καὶ καταβὰς οὐχ ἔνα μόνον οὐρανὸν, ἀλλὰ πάντας, ὅσοι ποτέ εἰσιν· τοῦ κλῖναι δηλοῦντος τὴν ταπείνωσιν τοῦ ὕψους αὐτοῦ, καὶ τὴν κένωσιν τῆς θεότητος. Τῆς δὲ οἰκονομίας αὐτοῦ τὸ λεληθὸς καὶ ἀπόκρυφον, τῷ γνόφῳ καὶ τῇ ὀμίχλῃ δηλοῖ. Εἶτα ἐπὶ τοῦ χερουβὶμ ἀνελήφθη, καίτοι μὴ σὺν αὐτῷ καταβὰς. Ὅν μετὰ σώματος ἀναβαίνοντα αἱ θεῖαι θεωροῦσαι δυνάμεις, γεγονυῖαι περὶ αὐτὸν, ἐδορυφόρουν αὐτοῦ τὴν ἄνοδον, ἐπιλέγουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, κοὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ἃ δὴ γέγονεν, ἡνίκα, ὡς ἐν ταῖς Πράξεσι κεῖται τῶν ἀποστόλων, βλεπτόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

Στίχ. ιβ΄, Καὶ ἔθετο σκότος ἀποκρυφσὴν αὐτοῦ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.

Τὸν ἐν σκηνῇ τίς οὐκ (52) ὄψεται μὴ γενόμενος ἔνδον; Οὔπως οὐδὲ τὸν Θεὸν, εἰ μή τις εἰσέλθοι τοῦ τῆς δυσκαταληψίας ἔνδον παραπετάσματος. Καὶ Μωῦσῆς γὰρ εἰς τὸν γνόφον εἰσῆλθεν, οὗ ἦν ὁ Θεός. Ἐπιστήσας γὰρ τῇ περὶ Θεοῦ δημιουργίᾳ τε καὶ προνοίᾳ, εἴσω τούτων ἔγνω περιέχεσθαι τὸν Θεόν. Ὀλίγον γὰρ αὐτὴν διανοίξας, τὸν οὗ ἐστιν εἰκὼν, ἐκ τοῦ κατʼ εἰκόνα μεμάθηκεν· ἐκ δὲ τῆς δημιουργίας καὶ προνοίας τὸν δημιουργὸν καὶ προνοητήν.