Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. β. Κύρος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἔδειν εἰ ἔστε συτιὼν, ἢ ἐκζητῶν τόν Θεόν.

Ὅσα σωματικῶς ἀσωμάτου τυγχάνοντος λέγοιτο περὶ τοῦ Θεοῦ, θεοπρεπῶς ἀκουστέον. Οἶον, ἐν οὐρανοῖς λέγεται κατοικεῖν, ὡς ναῷ χρώμενος ταῖς θείαις δυνάμεσι, ταῖς ἐν οὐρανῷ. Καλοῦνται γὰρ ὁμωνύμως τοῖς ἐν οἶς εἰσι τόποις· ὡς καὶ ἄνθρωποι γῆ χρηματίζοντες. Ὡς ἐν τῷ· Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καί· Πᾶσα ἡ γῆ βοᾷ μετʼ εὐφροσύνης. Ἐν οὐρανοῖς δὲ οἰκἐῖ καὶ ἐν ἀνθρώποις ὢν, τοῖς φοροῢσι τὴν εἰκόνα τοῦ ἐπουρανίου. Ἀλλὰ καὶ ὡς δημιουργίας λόγῳ καὶ προνοίας ἐν πάσῃ τῇ κτίσει τυγχάνοντος. Ἐκ τῶν καλλίστων τοῦτο δηλοῦται μερῶν· ἔν τε τῷ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· καὶ, Θεὸς ἐν τῷ οὐρανῷ ἄνω. Ἀλλὰ καὶ πολλάχου τῆς θείας παιδεύσεως ἡ τοῦ οὐρανοῦ προσηγοῥία δηλοῖ τὴν νοητὴν οὐσίαν, ἐν ἢ μάλιστα Θεὸν προσήκει ζητεῖν. Ὁ οὐρανός γὰρ τοῦ οὐρανοῦ τῷ Κυρίῳ. Ἐκ τούτου συμβατικῶς ἐπισκοπεῖ τοὺς τῆς ὑποδεεστέρας καταστάσεως, Τοῦ ἰδεῖν, εἴ τίς ἐστι συνετὸς, ἐκζητῶν τὸν Θεόν· ὡς ἂν εὑρὼν τύχοι τῶν παρʼ αὐτοῦ δωρεῶν. Γίνεται δὲ τοῦτο, κακίας σὺν ἀσεβείᾳ κρατούσης, ὡς λεχθῆναι· Οὐκ ἔστιν ἔλεος, οὐδὲ ἀλήθεια, οὐδέ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐπὶ τούτοις. Οὕτω τῶν ἀνθρώπων βλαβέντων, πῶς οὐκ ἔδει τὸν ἀγαθὸν ἐπιβλέψαι Σωτῆρα, ὡς ἂν, ἀφορμήν τινα συνέσεως εὑρὼν, ταύτην πληθύνῃ, καὶ τοῖς ἐκζητοῦσιν ἐμφανίσειεν ἑαυτόν; Ἐμφανίζεται γὰρ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.

Στίχ. γ΄. Πάντες ἐξέκλιναν· ἅμα ἠχρειώθησαν.

Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

Προφητεύει μεταβολὴν τῶν ἐθνῶν εἰς ἡμερότητα καὶ εὐσέβειαν. Διὸ καὶ ἐρωτᾷ, Μὴ, τοῦ Κυρίου ἐλθόντος, οὐ παύσονται τοῦ θηριώδους βίου, καὶ ἐπιγνώσονται τὸν Κύριον; Λέγει γὰρ καὶ Ἡσαΐας· Οἶς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται· οἳ οὐκ ἀκηκόασι συνήσουσιν.

Στίχ.ε΄,Ϛ΄. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος· ὅτι Κύριος ἐν γενεά δικαίων.

Ἔσται γὰρ, φησὶν, ὅτε οἱ προῤῥηθέντες φοβηθήσονται Κύριον, παρʼ οἷς οὐκ ἦν πρότεροι φόβος.

[*](Matth. VI, 9. 10 Deut. IV, 39. 11 Psal. CXIII,)
109

Ἐκεῖ δὲ ἐν τῇ μελλούσῃ συστήσεται γενεᾷ, περὶ ἦς πάγει.

Στἱχ. α᾿. Στηλραία τῷ Δαβίδ.

Τοῦ Δαβὶδ ἐπέγραψαν οἱ λοιποί· στηλογραφίαν δὲ ὁμοίως ἐξέδωκαν, τῷ περιέχειν προφητείαν αἰωνίου μνήμης ἀξίαν. Ὥσπερ γὰρ οἱ μέγιστοι τῶν ἀγωνιζομένων ἐν σταδίοις ἀθληταὶ στήλης ἀξιοῦνται, καὶ τῶν ἐν πολέμοις κατωρθωμένων εἰς τὴν μετὰ ταῦτα μνήμην ἵσταται τρόπαια· οὕτω τὸ μέγα τρόπαιον τοῦ Σωτῆρος, ὅπερ ἤγειρε καθελὼν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, Γραφαῖς ἄνωθεν ἐστηλιτεύθη προφητικαῖς. Διὸ καὶ Πέτρος, τῶν ἐν αὐτῷ μνημονεύσας, ἐπήγαγεν· « Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβὶδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ· προῖδὼν δὲ ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὕτε ἐγκατελείφθη εἰς ᾄδην, οὕτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. »

Στἱχ. δ΄. Διἀ τοὺς λόγους τῶν χειλέων σου, ἐγὼ ἐφύλαξα ὀδοὺς σκληράς.

Ὑπογραμμὸν ἡμῖν καὶ διὰ τούτων δίδωσιν ὁ Σωτὴρ, μὴ φρονεῖν ἐφʼ ἑαυτοῖς δεομένοις τῆς παρὰ Θεοῦ βοηθείας. Τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις· μᾶλλον δὲ αἱ κατʼ ἀρετὴν ἐνέργειαι, ὁμαλαὶ καὶ λεῖαι δειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν φθάσαι σπευδόντων ἐπὶ τὸ τέλος αὐτῶν, ὅπερ ἐστὶν ἡ μακαριότης, καὶ τῶν ἐπαγγελιῶν ἡ ἀπόδοσις. Δράμωμεν τοίνυν κατʼ αὐτοὺς, οὐ σφαλλομένων τῶν διαβημάτων ἡμῶν, εἰ Κύριος αὐτὰ καταρτίσειεν ἐν ταῖς τρίβοις αὐτοῦ. Ταύτης τῆς αἰτήσεως ὁ τυχών φησιν· Ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· καὶ τὸ, Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅτε ἄν ἐπλάτυνας τὴν καρδίαν μου.