Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ιε΄. Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἔστηκε δέ ὥσπερ ἄκμων ἀνήλατος.

Οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οἰκεῖοι (47) [*](1 I Cor., 25.) [*]((47) An οἰκείως?)

105
δὲ σκληρός ἐστιν ἀνήλατος, ἀνένδοτος. Καὶ εἴ τις ἀπὸ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τούτου τοῦ δράκοντος, αὐτὸς ἔχει τὴν καρδίαν ἀνήλατον, καὶ οὐκ ἐλαυνομένην. Εἰ δέ τις χρυσός ἐστιν, ἀκολουθῶν τῷ λόγῳ χρυσοκῷ (48)· οὕτως εἴκει, ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.