Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. Ϛ΄. Εἰ ἥμορτες, τί πράξεις;

Ἐὰν ἀναβλέψῃς εἰς τὸν οὐρανὸν, καὶ κατανοήσῃς τὰ νέφη, νοήσεις τί ἥμαρτες. Τί σε πρᾶξαι δεῖς Προσέρχεσθαι τῷ ἀρχιερεῖ, καὶ παρακαλεῖν, ἵνα ὁ ἀρχιερεὺς προσαγάγῃ θυσίαν περὶ σοῦ. Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρε Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτημάτων ἡμῶν.

Στίχ. Ϛ΄. Εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δὕνασαι ποιῆσαι;

(28) Τὸ τηλικοῦτον ποιήσεις· ἀναλύσεις σου τὰς πολλὰς ἀνομίας. Διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γίνηται τό· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἀπεκαλύφθησαν (29) αἱ ἁμαρτίαι.

Στίχ. ζ΄. Ἐπειδὴ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ;

Ἀλλʼ εἰ δίκαιος εἶ ὡς πρὸς Θεὸν, τί ἔχεις δοῦναι κατὰ τὴν σὴν δικαιοσύνην;

(30) Εἰ δὲ καὶ ὡς λέγεις δίκαιος εἶ, τί προσθήσεις αὐτῷ;

Στίχ. ι΄. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς.

(31) Ἐγκώμια τοῦ Θεοῦ, καὶ αἴνους καὶ ὕμνους αὐτοῦ διεξέρχεται. Ὁ κατατάσσων φυλακὰς νυκτορινὰς, αὐτὸς ὁ Θεός ἐστι.

(32) Θέλω ἰδεῖν, πῶς κατατάσσων ἐστὶν ὁ Θεὸς φυλακὰς νυκτερινάς. Ὅλως ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι. Ὅ βλέπεις νῦν φῶς, διʼ ἐσόπτρου βλέπεις· Καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Μέλλομέν ποτε βλέπειν αὐτό, Οὐκοῦν νύξ ἐστιπἄς ὁ αἰών· ἐπεὶ νύξ ἐστι, πόλεμοι (33) πολλοὶ, πολλὰ θηρία περιέρχεται.

Στίχ. ια΄. Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς.

(34) Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων γῆς. Ἄνθρωπος γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε. Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων τῆς γῆς· ἀλλὰ λέγεταί σοι· Μὴ γένεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ [*](79 Matth. IX, 17. 80 I Joan. II, 1, 2. Psal. XXXi, I.) [*]((27) Confer 1. XII, col. 1040.) [*]((28) Deest in cod. XXI.) [*]((29) Lege ἐπεκαλ.) [*]((30) In cod. XXI, Olymp.) [*]((31) Dee t in uno cod. — Confer t. XII, col. 1041.) [*](82. Psal. XXXV, 10. Psal. XLVIII, 13, 21.) [*]((32) Ex cod. XXI. In alio tribuitur Chrysostomo.) [*]((33) Forte πολέμιοι.) [*]((34) Confer t. XII, col.1041.)

97
ἔστι σὺνεσιις.—Καὶ μετʼ ὀλίγα· Ἐὰν ᾗς ἁμαρτωλὸς, ἐὰν ᾖς πόρνος, ἐὰν καταφερὴς, οὐ διορισθήσῃ ἀπὸ τῶν τετραπόδων. Ἵπποι θηλυμανεῖς ἐγεννήθησαν. Διὰ τοῦτο θαρρῶν λέγει, ὅτι ἐχωρίσθη· Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς.