Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. α´. Καὶ ἐπαύσατο ἰὼδ ῥήμασιν. Ἡσύχασαν δὲ καὶ σἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώδ. Ἦν γὰρ Ἰὼδ δίκαιος ἐναντίον αὐτῶν.

Οὐχ ἀπλῶς ἐπαύσατο. Καρδία δὲ ἦν αὐτοῦ νοοῦσα τὰ θεῖα, οὐκ ἐπαύσατο. Ἤδη γὰρ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανὸν, καιρὸς τοῦ σιγᾷν καὶ καιρὸς τοῦ λαλεῖν. Ὅτε οὖν καιρὸς τοῦ ἀποκρίνασθαι πρὸς τοὺς τρεῖς, ἔλεγεν· ὅτε ἦν καιρὸς, μετὰ τὸ ἐπιστομίσαι αὐτοὺς, ἐσίγησε. Καὶ οἶμαι ἐν ἐπαίνῳ λέγεσθαι τὸ, Ἐπαύσατο ὁ Ἰώβ.

Στίχ. ζ´. Διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγελαι τὸν ἐμαυτοῦ ἐπιστήμην (21).

Ἐπιστήμην ἔχει, πῶς ἄνθρωποι πάσχουσι· διὰ τί ἄνθρωποι ἐν περιστάσεσί τισιν ἐν τῷ βίῳ τούτῳ μόνῳ γίνονται· ὅσοι ἄδικοι ὄντες εὐτυχοῦσιν. Εἶδον ἀδικοῦστας καὶ παρανομοῦντας, καὶ ἐμοῦ παρὰ μινρόν ἐσαλεύθησαν οἱ πόδες. Ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνον ἐνίδω, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.

Στίχ. ι´. Οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί.

(22) Οὐ γὰρ ἀνάγκη, φησὶ, τοὺς πρεσβύτας μόνους εἶναι σοφούς· ἀλλʼ ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον. Εἰ γὰρ χρόνος ποιεῖ σοφοὺς, πολλῷ μᾶλλον Θεός.

Στίχ. ιη΄ Ὠλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός.

(23) Ὥσπερτις ἕγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμένου ἐν αὐτῷ (24), ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεννήσῃ τοῦτο ὅ πρότερον συνείληφε· τοιοῦτόν τί μοι νόει γενέσθαι (25) καὶ ἐπὶ τῆς τοῦ φιλομαθοῦς ψυχῆς. Συλλαμβάνει γὰρ τὸν λόγον ὅν ἀπαγγελλόμενον μορφοῖ καὶ τυποῖ αὐτὸν τῇ τάξει. Ὅτ᾿ ἂν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι αὐτὸν ἕτοιμον γενόμενον, μὴ ὡς ἔκτρωμα ἀνέτοιμον καὶ ἀτελὲς παραδιδῷ, ἀλλʼ ὡς τελεσφορηθὲν καὶ τετελειωμένον εἴποιμι ἄν.

(26) Στίχ. ιθ΄ Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκός γλεύκους ζέων δεδεμένος.

Δοκεῖ μοι ἐντεῦθεν εἰρῆσθαι τὸ ἐν τῷ Εὐαγγελίῳ· [*](76 Eccle. III, 1, 7. 77 Psal. LXXII, 2. 78 ibid.) [*]((19) Deest in XXI.)

96
Οὐδεὶς οἶνον τέον εἰς ἀσκοὺς παλαιοὺς βάλες

Στίχ. κ΄. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη.

(27) Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὤν πλή ρης λόγων, λαλῶν ἀναπαύεται, καὶ λέγει· Λαλήσω, ἵνα ἀναπαύσωμαι.

Στίχ. κβ΄. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον.

Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐκ ἔχω ταύτην τὴν ἐπιστήμην, ἵνα θαυμάσω πρόσωπον· ἀλλὰ καταφρονῶ ἀνθρώπων, καὶ τῆς παρʼ αὐτοῖς αἰσχύνης βροτῶν, καὶ τῆς παρʼ αὐτοῖς ἐντροπῆς.

Στίχ. κβ΄, Εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται.

Ὡς τῶν σητῶν διεσθιόντων τοὺς λαμβάνοντας πρόσωπα ἀνθρώπων.