Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(28) Ἀλλʼ ἐν τούτοις μὲν τὸ δεύτερον ἤνυσται κεφάλαιον· τοῦ τρίτου δὲ προθεωρίαν ποιούμενοι, φαμὲν. [*]((26) Ibid. eodem tit. ascripto.) [*]((27) Ibid. eodem titulo.) [*]((27) orte leg. Πῶς.) [*]((28) Ibid. cod. ut.)

68
ὡς ἀλγεῖ μὲν ὁ δίκαιος, καὶ οὐκ ἄν τις ἀρνήοαιτο· οὐ γὰρ τῶν ἀναισθήτων ἡ ἀρετὴ, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων. Οὐ δύναται (29) δὲ, κατὰ μὲν τὸ φαινόμενον, ὑπὸ τῆς ἐν σαρκὶ πληγῆς δριμυτάτως κεντούμενος· κατὰ δὲ τὸ νοούμενον, οἷα δίκαιος καὶ φιλόθεος ἀνὴρ ὀρῶν τινας σκανδαλιζομένους ἐπὶ τοῖς αὐτῶν (30) παθήμασιν, ὡς τῆς τοῦ Θεοῦ δόξης ἐπʼ αὐτῷ διασυρομένης, εἰ ὁ δίκαιος ταῦτα ὑπομένει. Καὶ γὰρ ὅτε λέγει· Ἵνα τί ἔθου με κατʼ ἐντευκτήν (31) σου; οὐκ αὐτὸς κατὰ τοῦ Θεοῦ ἐτύγχανε, μὴ γένοιτο! τίνι γὰρ εἶχεν ἐντυγχάνειν; Ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Ἵνα τί διʼ ἐμὲ, Δέσποτα, τὸ ὄνομά σου βλασφημεῖται; Θορυβεῖται δὲ οὐδὲν ἧττον καὶ ἰλιγγιᾷ, μήπως πλείως ἐγκατάλειψινμ ὑπέστη παρὰ Θεοῦ. Οὐδὲ γὰρ οὕτω τιμωρεῖται ψυχὴ φιλόθεος, ὡς τὸ (32) ὑποπτεύειν καταλελεῖφθαι παρὰ Θεοῦ· καὶ μυριάκις αἱρεῖται τὸν θάνατον, ἢ μετὰ ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκαταλέγεσθαι. Ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἶας ἀφῆκε χαριστηρίους φωνὰς ἠκούσαμεν, καὶ ὅπως τὴν γυναῖκα ἐξεπαίδευσεν ἀπρεπές τι περὶ τοῦ Δεσπότου λογισαμένην, καὶ ποῖα μετὰ πεῖραν καὶ ἐξουδένωσιν καὶ τὸ δριμὺ πάθος ἐφθέγξατο, καὶ ὡς οὐδὲν αὐτὸν τῶν ἀνθρωπίνων συμπτωμάτων διεθορύβησεν· ὡς δὲ οἱ φίλοι παρεγένοντο ἄνδρες δίκαιοι καὶ συμπαθεῖς, εὔκκιρον ᾠήθη, θεωρῶν αὐτῶν τὴν ὑπομονὴν καὶ τὴν ἀγάπην ἐπʼ αὐτῶν (33), εἰπεῖν καὶ δημοσιεῦσαι τὰς κατὰ ψυνὴν ἀλγηδόνας, καὶ φθέγγεται μὲν καθʼ ἱστορίαν ἀκίνδυνον. Ἐν γὰρ ἦν τοῦ διαβόλου τὸ σπούδασμα, τὸ παρασκευάσαι τὸν δίκαιον βλασφημῆσαι Θεόν. Ὁ δὲ οὐδαμῶς φαίνεται τοῦτο διαπραξάμενος, ἀλλὰ καὶ μᾶλλον εὐφημήσας. καὶ χαριστηρίους ἀναπέμψας φωνάς. Καταρᾶται δὲ τὴν ἡμέραν τῆς γεννήσεως, καὶ τὸν θάνατον ἐπιποθεῖ, διὰ τὰς ἀνωτέρω λεχθείσας αἰτίας. Πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ· καὶ περὶ τῶν ἥδη προγεγονότων φιλοσοφεῖ, καὶ πληροφορεῖ τὸ μέλλον. Τοιαῦται γὰρ ἀεὶ τῶν ἀγίων προφητῶν αἱ ῥήσεις. Ἐπὶ δὲ αὐτῶν τῶν λέξεων γενόμενοι, σαφηνίσωμεν τὴν διάνοιαν, αὐτοῦ ποδηγοῦντος πρὸς τὴν ἑρμηνεείαν, τοῦ καὶ τὸν ἅγιον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος.

Στίχ. α´ Μετὰ τοῦτο ἥνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ.

Ὅτι δίκαιος ἁνοίγει τὸ στόμα, οὐχ ἀπλῶς οὑτωσὶ προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὰ (34) ἐκ τῶν λόγων ἀναζητεῖν ὠφέλειαν. Μεστὰ γὰρ ἀεὶ ὠφελείας τὰ τοιαῦτα ῥήματα τῶν ἀγίων· καὶ ἀνοίγων τὸ στόμα δίκαιος, κεκρυμμένους δημοσιεύει θησαυρούς. Διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπιστέλλων φησί· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ περὶ τοῦ Κυρίου γέγραπται ὅτι Ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκε. Καὶ ἀπλῶς ἐκεῖνος μαρτυρεῖται στόμα ἀνοίγειν, ὁ σιωπῆς μέτρα πρότερον διδαχθείς. Οὐκοῦν καὶ Ἰὼβ ἀνοίγει τὸ στόμα [*]((32) Τῷ.) [*]() [*]((34) Forte τήν.)

69
μετὰ τοῦτο· τουτέστι μετὰ τὸ μέγα τρόπαιον, μετὰ ἐκεῖνα τὰ πάθη, οὐκ ἀβασανίστως φθέγγεται περιαλγῶν τῷ σώματι, τῆς γλώσσης φθανούσης τὸ τῆς φρονήσεως ἔνθεσμον, ἀλλὰ σωφρονῶν καὶ ταῖς φωναῖς ὑποδείκνυται. Δηλοῖ δὲ καὶ τὴν γαλήνην τῆς ψυχῆς καὶ τῶν ῥημάτων τὸ ἐμπρεπὲς ἡ τοῦ ἀνοῖξαι τὸ στόμα αὐτοῦ μαρτυρία (35).