Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(28) Ἀλλʼ ἐν τούτοις μὲν τὸ δεύτερον ἤνυσται κεφάλαιον· τοῦ τρίτου δὲ προθεωρίαν ποιούμενοι, φαμὲν. [*]((26) Ibid. eodem tit. ascripto.) [*]((27) Ibid. eodem titulo.) [*]((27) orte leg. Πῶς.) [*]((28) Ibid. cod. ut.)

68
ὡς ἀλγεῖ μὲν ὁ δίκαιος, καὶ οὐκ ἄν τις ἀρνήοαιτο· οὐ γὰρ τῶν ἀναισθήτων ἡ ἀρετὴ, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων. Οὐ δύναται (29) δὲ, κατὰ μὲν τὸ φαινόμενον, ὑπὸ τῆς ἐν σαρκὶ πληγῆς δριμυτάτως κεντούμενος· κατὰ δὲ τὸ νοούμενον, οἷα δίκαιος καὶ φιλόθεος ἀνὴρ ὀρῶν τινας σκανδαλιζομένους ἐπὶ τοῖς αὐτῶν (30) παθήμασιν, ὡς τῆς τοῦ Θεοῦ δόξης ἐπʼ αὐτῷ διασυρομένης, εἰ ὁ δίκαιος ταῦτα ὑπομένει. Καὶ γὰρ ὅτε λέγει· Ἵνα τί ἔθου με κατʼ ἐντευκτήν (31) σου; οὐκ αὐτὸς κατὰ τοῦ Θεοῦ ἐτύγχανε, μὴ γένοιτο! τίνι γὰρ εἶχεν ἐντυγχάνειν; Ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Ἵνα τί διʼ ἐμὲ, Δέσποτα, τὸ ὄνομά σου βλασφημεῖται; Θορυβεῖται δὲ οὐδὲν ἧττον καὶ ἰλιγγιᾷ, μήπως πλείως ἐγκατάλειψινμ ὑπέστη παρὰ Θεοῦ. Οὐδὲ γὰρ οὕτω τιμωρεῖται ψυχὴ φιλόθεος, ὡς τὸ (32) ὑποπτεύειν καταλελεῖφθαι παρὰ Θεοῦ· καὶ μυριάκις αἱρεῖται τὸν θάνατον, ἢ μετὰ ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκαταλέγεσθαι. Ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἶας ἀφῆκε χαριστηρίους φωνὰς ἠκούσαμεν, καὶ ὅπως τὴν γυναῖκα ἐξεπαίδευσεν ἀπρεπές τι περὶ τοῦ Δεσπότου λογισαμένην, καὶ ποῖα μετὰ πεῖραν καὶ ἐξουδένωσιν καὶ τὸ δριμὺ πάθος ἐφθέγξατο, καὶ ὡς οὐδὲν αὐτὸν τῶν ἀνθρωπίνων συμπτωμάτων διεθορύβησεν· ὡς δὲ οἱ φίλοι παρεγένοντο ἄνδρες δίκαιοι καὶ συμπαθεῖς, εὔκκιρον ᾠήθη, θεωρῶν αὐτῶν τὴν ὑπομονὴν καὶ τὴν ἀγάπην ἐπʼ αὐτῶν (33), εἰπεῖν καὶ δημοσιεῦσαι τὰς κατὰ ψυνὴν ἀλγηδόνας, καὶ φθέγγεται μὲν καθʼ ἱστορίαν ἀκίνδυνον. Ἐν γὰρ ἦν τοῦ διαβόλου τὸ σπούδασμα, τὸ παρασκευάσαι τὸν δίκαιον βλασφημῆσαι Θεόν. Ὁ δὲ οὐδαμῶς φαίνεται τοῦτο διαπραξάμενος, ἀλλὰ καὶ μᾶλλον εὐφημήσας. καὶ χαριστηρίους ἀναπέμψας φωνάς. Καταρᾶται δὲ τὴν ἡμέραν τῆς γεννήσεως, καὶ τὸν θάνατον ἐπιποθεῖ, διὰ τὰς ἀνωτέρω λεχθείσας αἰτίας. Πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ· καὶ περὶ τῶν ἥδη προγεγονότων φιλοσοφεῖ, καὶ πληροφορεῖ τὸ μέλλον. Τοιαῦται γὰρ ἀεὶ τῶν ἀγίων προφητῶν αἱ ῥήσεις. Ἐπὶ δὲ αὐτῶν τῶν λέξεων γενόμενοι, σαφηνίσωμεν τὴν διάνοιαν, αὐτοῦ ποδηγοῦντος πρὸς τὴν ἑρμηνεείαν, τοῦ καὶ τὸν ἅγιον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος.

Στίχ. α´ Μετὰ τοῦτο ἥνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ.

Ὅτι δίκαιος ἁνοίγει τὸ στόμα, οὐχ ἀπλῶς οὑτωσὶ προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὰ (34) ἐκ τῶν λόγων ἀναζητεῖν ὠφέλειαν. Μεστὰ γὰρ ἀεὶ ὠφελείας τὰ τοιαῦτα ῥήματα τῶν ἀγίων· καὶ ἀνοίγων τὸ στόμα δίκαιος, κεκρυμμένους δημοσιεύει θησαυρούς. Διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπιστέλλων φησί· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ περὶ τοῦ Κυρίου γέγραπται ὅτι Ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκε. Καὶ ἀπλῶς ἐκεῖνος μαρτυρεῖται στόμα ἀνοίγειν, ὁ σιωπῆς μέτρα πρότερον διδαχθείς. Οὐκοῦν καὶ Ἰὼβ ἀνοίγει τὸ στόμα [*]((32) Τῷ.) [*]() [*]((34) Forte τήν.)

69
μετὰ τοῦτο· τουτέστι μετὰ τὸ μέγα τρόπαιον, μετὰ ἐκεῖνα τὰ πάθη, οὐκ ἀβασανίστως φθέγγεται περιαλγῶν τῷ σώματι, τῆς γλώσσης φθανούσης τὸ τῆς φρονήσεως ἔνθεσμον, ἀλλὰ σωφρονῶν καὶ ταῖς φωναῖς ὑποδείκνυται. Δηλοῖ δὲ καὶ τὴν γαλήνην τῆς ψυχῆς καὶ τῶν ῥημάτων τὸ ἐμπρεπὲς ἡ τοῦ ἀνοῖξαι τὸ στόμα αὐτοῦ μαρτυρία (35).

(36) Στίχ. α´. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου;

Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασιν, κάμνειν ποιεῖν τὰ βαστάζοντα· οὕτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις κάμνει. Ὡς ὑπὸ βάρους πιεζόμενος, τῆς δυνάμεως τῶν λόγων τῶν οὐ κακῶς, καὶ χαλεπῶς (37), ἢ ἐπὶ λοιδορίας εἰρημένων ὑπὸ τῶν ἅλλων δύο μετὰ Βαλδὰὁ ἐληλυθότων, οἱονεὶ φορτίου αἴσθησις (38) βαρέος, ὁ Ἰώβ φησι καμὼν τῇ ψυχῇ ἐφʼ οἶς εἰρήκασιν· Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; — Καὶ μετʼ ὀλίγον· Ὁρᾷς ὡς προγέγραπται ὁ Σαυχαίων τύραννος. Τυραννικοὶ αὐτοῦ εἰσιν οἱ λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέγει· Ἕω τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου; Οὐχ οὕτως καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός. Πολλάκις ὑπομείνας τὰς βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλʼ ὑπομένει τοὺς χαλεποὺς λόγους. Ὕβριν γὰρ ὑπομένειν μεγάλου ἀνδρός ἐστιν. Διόπερ ἐν τοῖς ἀνδραγαθήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν. Ὡσπερ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Καὶ μετʼ ὀλίγον φησὶν εἷτα, διὰ τὸ, Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὁρᾷς; Ἰὼβ ἐστιν, οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει ἢ τὴν ἀνδρίαν αὐτοῦ καὶ τὴν ὑπομονήν. Ἀλλʼ ὅμως αἰσθάνεται τῶν καμάτων, ὦν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι.

(39) Στίχ. γ´. Γνῶτε μόνον, ὅτι ὁ Κύριος ἐποίησέ

  • με οὕτως.
  • Ἅ βλέπετε περὶ ἐμὲ, μὴ νομίσητε ἄλλοθεν ἐληλυθέναι μοι ἢ ἀπὸ τοῦ Θεοῦ. Φοβήθητε τοίνυν. Ὁ γὰρ ἐμοὶ ταῦτα ἐπάγων δύναται καὶ ὑμῖν ἐπαγαγεῖν. Στίχ. γ´. Καταλαλεῖτέ μου· οὐκ αἰσ χυνόμενοί με,

  • ἐπίκεισθέ μοι.
  • (40) Πολλάκις καὶ καταλαλεῖ τις κακῶς ποιῶν. Ὅτε ἃν δὲ οὐκ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλʼ ὀνειδίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρουμένοις ἐπεμβαίνειν οὐ χρὴ, ἀλλὰ θρηνεῖν καὶ φοβεῖσθαι.

    (41) Στίχ. δ´. Ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, παρʼ ἐμοὶ δὲ αὐ λίζεται πλάνος· λαλῆσαι ῥῆμα, ὅ οὐκ ἔδει.

    Εἶτά φησιν καθʼ ὑπόθεσιν· Ὑμῖν δίδωμι, ὡς ὑποφῶν [*](56 Cor. IV, 12, 13.) [*]((35) Nihil deinceps ex hoc Naniano codice de- scriptum inveni, nisi quædam in Venetis exstan- tia, quæ in eo quoque occurrere dicuntur.) [*]((36) E utroq. cod. Venet. — Confer. tom. XlI, col. 1032. — Edit. Patr.) [*]((37) Cod. XX, ἀλλʼεῖτιὁνειδιστικῶς καὶ χαλεπῶς.) [*]((38) ore αἰσθήσει.) [*]((39) idem in utroque cod.) [*]((40) Confer. om. XII, col. 1t34.) [*]((41) Cod. uterque.)

    72
    Λαμβάνεται, ὅτι διὰ τὰ ἁμαρτη;ματα ταῦτα πάσχω· ἆρ᾿ οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; Παρ᾿ ὲμοὶ δὲ αὐλίζεται πλάνος. Εἰ καὶ καθ᾿ ὑπάθεσιν τοιαῦτα ἐπεποιήκειν, οἷα οὐκ ἔδει· εἰ καὶ τοιοῦτος ἤμην, ἆρ᾿ οὐκ ἐχρῆν ὑμᾶς βλέποντας μάστιγας, τοὺς ἰχῶρας, τοὺς σκώληκας, τὴν ἀπώλειαν τῶν ὑπαρχόντων, αἰδεσθῆναι; Ἀλλὰ προσεπιβαίνετέ μοι μὴ ἐλεοῦντές με, μηδὲ συμπαθοῦντές μου τῇ περιστάσει.

    (42) Στίχ. ε΄. Ἔα δὲ, ὅτι ἐπ᾿ ἐμοὶ μεγολύνεσθε, ἐνάλλεσθε δέ μοι ὀηνείδει.

    Οὐ μετρἱως μοι ὀνειδἱζετε, ἀλλ᾿ ἐναλλόμενοι· ὡσπερεὶ ἐπιβαίνοντες καὶ καταπατοῦντές με ὀνειδἱζετε.