Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. β´. Ζῇ Κύρος, ὅς οὕτω με ἔκρινε. (96) Ἔλαβεν ἐξουσίαν τοῦ Ἰὼβ ὁ διάβολος, καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας, πρότερον διὰ τῶν ἐκτὸς, ὕστερον διʼ αὐτοῦ τοῦ σώματος, μετὰ ταῦτα καὶ διὰ τῶν φίλων. Ὅτε γὰρ αὐτὸ ἐδοκίμασε διὰ τῆς γυναικὸς, καὶ οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγκεν ὁ διάβολος, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας, ἀλλʼ ἀληθείας μὲν λόγους, οὐ καλῶς δὲ, οὐδὲ ἐν καιρῷ προφερομένους. Καὶ ἐβουλεύετο ὁ διάβολος διὰ τῶν φίλων τούτων ποιῆσαι τὸν Ἰὼβ φθέγξασθαί τι κατὰ τῆς Προνοίας, ἀσεβῆσαι διὰ τοὺς πόνους, ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας. Ἀλλʼ ὁ ἀληθῶς ἀνδρεῖος, ὁ καρτερικὸς, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν. Ὅτε ἐτέλεσεν ὁ Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ Σωφὰρ δύο διαλέξεις (97)· τούτων γὰρ τετελεσμένων, σιωπησάντων ἐκείνων, ὅρα τί ἀποκρίνεται μετὰ τὸ εἰρημένον ἀπʼ αὐτοῦ προοίμιον, οὕτως [*](legendum εἴθε, ut infra.) [*]((95) In cod. XXI. Alius tribuit Olymp.) [*]((96) Exlsat t. XXII, col. 1039.) [*]((97) Addit. cod. XXI, ὁ Βαλδάδ τρεῖς διαλέξεις.)

89
ἀπὸ τῆς Γραφῆς ὠνομασμένον. Τί ἀποκρίνεται, πρόσχωμεν (98) τῇ λέξει.