Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(91) Στίχ. κϚ´. Εἶτα παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου.

Τοῦ αὐτοῦ. Ἐὰν ταπεινώσῃς σαυτὸν, ὁπομένῃς τὰ συμβεβηκότα. παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτήματα.

(92) Στίχ. κη´. Ἐπὶ τῶν ὁδῶν σου ἔσται σῶς.

Τοῦ αὐτοῦ. Ἐὰν τηρήσῃς νουθεσίαν ἀπʼ ἐμοῦ, καὶ ἐπιστρέψῃς καὶ ἐξομολογήσῃ. Ταῦτα μὲν οὖν πρὸς Ἰὼβ ἐλέγετο· οὐ δικαίως δὲ ἐλέγετο· οὐ γὰρ ἥμαρτε. Πρὸς ἡμᾶς δὲ ἐὰν λέγηται, δικαίως λέγεται.

(93) Στίχ. κη. Ἀποκαταστήσῃ δέ σοι δίαιταν δικαιοσύνης.

Καὶ ἁπλῶς εἰπεῖν· Ἅπασὰν σοι, φησὶ, τὴν ἁρμόζουσαν δικαίῳ πράξει διαμονὴν, ὥστε σε λαμπρὰς καὶ ἐπιδόξους ἔχειν τὰς πράξεις.