Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίς. ζ΄. Ὅταν γὰρ δοῇ ἥδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται.

Ὅμοιον, Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἄμα τῷ δοξασθῆναι καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον.

Στίχ. ζ΄. Οἱ δὲ ἱδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἔστιν; Τίνες οἱ ἱδόντες αὐτόν (47); Οἱ ἐκκλησιαστικοὶ, οἱ ἰδόντες ἐκείνων τὰ σφάλματα, ἐροῦμεν· Ποῦ ἔστιν; Στίχ. η΄. Ὥοπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὐρεθῇ.

Οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι, καὶ ἀναπλάσσοντες φαντάσματα, οὑ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερεἱδουσιν σφαλλόμενοι, καὶ γἱνονται ὤσπερ ἐνύπνιον ἐκπετασθὲν, ὅ οὐ μὴ εὑρεθῇ.

Στίχ. ι΄. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἤττονες.

Τοὺς οἱοὺς καὶ μαθητὰς τοῦ ταῦτα διδάζαντος.

(48) Στίχ. ι΄. Αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας.

Αἰ χεῖρες αὐτοῦ, φησὶν, τουτέστιν αἱ πράξεις, ἐξάψουσιν αὐτῷ κόλασιν.

(49) Αἱ δὲ χεῖρες αὐτοῦ. Τοῦ ἀσεβοῦς τούτου καὶ ἐσφαλμένου, οὗ ἡ προυσευχὴ λογίζεται εἰς ἀμαρτίαν, οὗ ἡ θυσία ἐὰν ἀναβῇ εἰς οὐρανὰν, καὶ νεᾶψηται, [*]((46) Αn κατηστερίχθαι, ad astra pervenisse?) [*]((47) Tria bæc verba desunt in cod. Nan.) [*]((48) Cod. uterque, et Olymp.) [*]((49) Confer supra v. 6.)

73
τότε εἰς τέλος ἀπόλλυται· τούτου αἱ χεῖρες ὀδύνας πυρσεύσουσι· τουτέστι, καὶ ἐν ὀδύναις ἐσχάταις διάξουσι. Λέγει δὲ περὶ τῶν υἱῶν τοῦ παρανόμου.

Στίχ. ιγ´ Χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.

Ἔχει γὰρ μαθήματα, ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ χολὴ ἀσπίδος, οἱονεὶ πονηρὰ, ἡ περὶ τοῦ οἴνου τῆς διδα σκαλίας αὐτῶν. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ αὐτῶν, καὶ τὰ ἐξῆς. Καὶ μετʼ ὀλίγα· Χολὴ δὲ ἀσπίδος ἐν γαστρὶ τοῦ ἑτεροδόξου, καὶ ἀσεβοῦντος ἐν τοῖς δόγμασι, τοῖς ἐναντίοις τῇ ἀληθείᾳ.

(50) Στέχ. ιε´. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεδήσεται.

Τίς γὰρ ἄλλος ἀδίκως πλοῦτος συνάγεται ἢ ἐκεῖνος ὁ ἐν τοῖς λόγοις αὐτῶν; Ἀδίκως γὰρ συνάγεται. Ἀλλ᾿ ὁ ἀγαθὸς οὐκ ὲάσει αὐτοὺς πεπτωκότας, τλοῦτον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ αὐτὸν ἐν ἑαυτοῖς· ποιήσει γὰρ ἐξεμέσαι.

Στὶχ. ιε´. Ἐξ οἰκίας αὐτοῦ ὲξελκύσει αὐτὸν ἄγγελος.

Ἄγγελος γὰρ κατʼ ἐνέργειαν καὶ εὐεργεσίαν τεῦ Θεοῦ ἐξελκύσει αὐτὸν ἀπʼ αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης, ἥτις ἐστὶν ἐκκλησία πονηρευομένων. Αὕτη γὰρ ἡ οἰκία αὐτοῦ. Ἀλλʼ ἄγγελος ἐξελκύσει αὐτὸν ἐξ οἰκίας αὐτοῦ.

Στίχ. ιζ´ Μὴ ἴδοι ἄμελξιν νομάδων.

(51) Ἑτερόδοξος οὐ βλέπει ἄμελξιν νομάδων. μάδες δὲ εἰσί τινες ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ Ποιμένι, τῷ εἰπόντι· Ἐγώ εἰμι ἡ θύρα. Διʼ ἐμοῦ ἐὰν τις εἰσέλθῃ, σωθήσεται. Καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Στὶχ. ιη´. Ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος.

Οἱ λόγοι καὶ τὰ δόγματα στριφνὰ καὶ πυκνὰ, οὐδὲν ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα.

(52) Στρίφνος βοτάνη, τίς ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κὰν ἄγαν τις φιλονεικήσειε διαλεάνας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύναται· οὕτω καὶ ὁ τῶν ἀλλοτρίων ἀπολαύειν ἐθέλων οὐδὲν τῶν πόνων ἀποίσεται τὸ κέρδος.

(53) Στίχ. κ´ Διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.

Ἅ δοκεῖ ἀγαθὰ ποιεῖν, οὐκ ἀνθήσει· ὅτʼ ἂν δοκῇ ἥδη πεπληρῶσθαι, θλιβήσεται.

Στίχ. κ´. Οὐκ ἔσταν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσι.

Τὰ ὑπάρχοντα αὐτοῦ σωτηρίαν αὐτῷ περιποιῆσαι οὐ δύναται.

ἄλλως.

(54) Στίχ. κβ´. Πᾶσα δέ ἀνάγκη αὐτὸν ἐπελεύσεται, καὶ ἐπαποστελεῖ ἐπʼ αὐτὸν θυμὸν ὀργῆς.

(55) Στίχ. κβ´. Πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται.

Ταῦτα προτρεπτικὰ ἡμῖν, ἵνα ἀφιστώμεθα τῶν ἀλλοτρίων.

[*](62 * Deut. XXXII, 32. 63 Joan. X, 9.)[*]((50) Cod. uterque. — Vide t. XII, col. 1032.)[*]((51) Vide ibid.)[*]((52) Cod. XXI tribuit Origeni, al. Polychronio.)[*]((53) Occurrit in utroque ced.)[*]((54) Hic V. interseritur duobus superioribus he- mistichiis.)[*]((55) Cod. uterque. V. Olymp.)
76

Στίχ. κβ´. Νίψαι ἐπʼ αὐτὸν ὀδύνας. Ἀντὶ νιφετοῦ ὀδύναι ἔρχονται ἐπὶ τὸν τοιοῦτον.

(56) Στίχ. κδ´. Καὶ οὐ μὴ σωθῇ ἐκ χερός σιδήρου. Σίδηρον οὐ λέγει τοῦτον τὸν αἰσθητὸν, ἀλλὰ τμητικώτατον λόγον.

(57) Στίχ. κε. Διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος.

Τὰ θέλῃ ταῦτα τὰ πεπυρωμένα τιτρώσκει αὐτόν. (58) Στίχ. κε´. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. Μυστήριόν τι μανθάνομεν περὶ τῆς κολάσεως τῆς ἀποκειμένης, ἵνα φυλασσώμεθα αὐτὴν παθεῖν. Πῦρ εἶπεν ἄκαυστον κατέδεσθαι τὸν ἀσεβῆ· τοῦτο τὸ πῦρ τὸ παρʼ ἡμῖν ὑλικὸν οὐκ ἔστιν ἄκαυστον πῦρ· βλεπόμενον γὰρ αὐτό. Ἐκεῖνο δὲ ἀόρατόν ἐστι τὸ πῦρ, τὸ ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐρχόμενον, ὅ ἔνδον αὐτοὺς καίει. Νοητόν ἐστι καὶ κολάζον. Ἐὰν θέλῃς εἰκόνα παραλαβεῖν ἐκείνου τοῦ πυρὸς, νόει μοι τὸν εἰς ὑπερβολὴν πυρέσσοντα, καὶ ὑπὸ πυρὸς φλεγόμενον. Οὐχ εὑρήσεις ὄψει τὸ πῦρ ἐν αὐτῷ, ὑπόκειται δὲ, καὶ ἐκκαίει αὐτοῦ τὰ σπλάγχνα. Οὕτως ἀπὸ τῶν ἁμαρτημάτων πυρέττων τις ἐκκαίεται.

Στίχ. κε´. Κακώσαι δέ αὐτοῦ ἐπήλυτος τὸν οἷκον.

Ὁ πολεμήσας τὸν λαὸν ἐκεῖνον ἐπήλυτος ἦν, καὶ οὐ προσήλυτος· ὃς ἐκάκωσεν αὐτοῦ τὸν οἶκον, καταλύων τὸ νομιζόμενον ἁγίασμα, καὶ τὴν πόλιν ἥν ἔλεγον εἶναι ἁγίαν.

(59) Στίχ. κζ´. Ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὺς τὰς ἀνομίας.

Ἀντὶ τοῦ, Καὶ ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστήσεται τὰ δεινά Ταῦτα δὲ ἕφη, ἐπειδὴ ὁ Ἰὼβ φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος. Κατασκευάζει οὖν, ὅτι πάντα διʼ ἁμαρτίας αὐτὸν ἐπηνέχθη.

Αὐτὴ ἡ γῆ ἐπανίσταται ἐκείνῳ τῷ λαῷ.

(61) Στίχ. κθ´. Καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.

Μανθάνει (62) τίς ἐπίσκοπος ἐνθάδε ¦ὠνομάσθης ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκείνου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φορεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βασιλικὴν τιμᾶται ἐπὶ τὸ καλῶς μιμήσασθαι, τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι· οὕτως μακάριος ἐπίσκοπος, ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκοπον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεός· ἢ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἱώνων. Ἀμήν.

(63) Στίχ. ε´. Εἰσβλέψαντες εἰς ἐμέ θαῦμα σχέτε. Φατὲ σοφοὶ εἶναι, καὶ εἰδέναι διὰ τί ταῦτα πάσχω, ὡς τοῦ Θεοῦ μὴ κοιμωμένου ἐπὶ τοῖς ἁμαρτήμασι τῶν ἀνθρώπων. Καὶ ἐτολμήσατέ με λέγειν ἁμαρτωλὸν εἶναι, καὶ δικαίως εἰς ταῦτα ἐφθακέναι.

(64) Στίχ. ζ´. Πεπαλαίωνται δέ καὶ ἐν πλούτῳ. Οὐκ εἰσὶ νεόπλουτοι, ἀλλὰ πολλὰ ἔτη πεποιἡ· [*]((61) Confer Olymp.) [*]((62) Pore Μανθάνεις.) [*]((63 Cod. uterque.) [*]((64 Cod. XXI. Alius tribuit Joanni. — Confer 1. XII, col. 1033.)

77
κασι πλου τοῦντες, καὶ ἀεὶ τὸν πλοῦτον αὔξοντες.

Στίχ. η´. Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν. Τοῦ μὲν δικαίου ὁ σπόρος κατὰ πνεῦμά ἐστι· Σπείρει γὰρ εἰς τὸ πνεῦμα, καὶ ἐκ τοῦ πνεύματος θερίζει ζωὴν αἰώνιον· τῶν δὲ τοιούτων, ἐπεὶ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ σπόρος οὐ κατὰ πνεῦμα, ἀλλὰ κατὰ ψυχὴν, τὸ ὑποδεέστερον.

Στίχ. η´. Τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Πάντα ὅσα ποιοῦσιν, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιοῦσι. Τέκνα γὰρ τὰ ἔργα ἑκάστου. Οὐκ ἔστι τέκνα τῶν ἑτεροδόξων ἐν καρδίᾳ, ἐν λογισμοῖς ἀγαθοῖς, ἀλλʼ ἐν ὀφθαλμοῖς, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων.

(65) Στίχ. θ´. Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Ὅτ᾿ ἂυ εἰσέλθῃς εἰς συναγωγὴν αἱρετικῶν, καὶ ἴδῃς ἐκεῖ πλῆθος συναγομένων, βλέπε, ὅτι οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν.

Στίχ. θ´. Φόβος δὲ οὐδαμοῦ. Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρονοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν.

Στίχ. θ´. Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.

Τοῦ αὐτοῦ. Ἐὰν ἴδῃς ἄνθρωπον τοιαῦτα κατὰ Θεοῦ λαλοῦντα, ὑγιαίνοντα τῷ σώματι, βλέποντα, τὰ αἰσθητήρια σώζοντα, καὶ δοκοῦντα ἐνίοτε καὶ ἐν τοῖς κοσμικοῖς εὐτυχεῖν· ὅρα, ὅτι πεπλήρωται ἐπʼ αὐτοῦ ἀσεβοῦς ὄντος τό· Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.

Στίχ. ι´. Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε. Τοῦ αὐτοῦ. Ὁ βοῦς ζῶόν ἐστι γεωργικὸν, καὶ συμπνέων εἰς γεωργίαν. Καὶ αὐτοὶ γεωργοῦσι. Γεωργοῦσι δὲ Σόδομα καὶ Γόμοῤῥα, γεωργοῦσιν Αἴγυπτον. Ἡ βοῦς αὐτῶν οὐκ ὐμοτόκησεν· ἀλλὰ καὶ αὐτὴ ἀπεκύησε, καὶ ἐγέννησε τέκνον, ἵνα γεωργῆται αὐτῶν ἡ πονηρὰ γῆ.

Στίχ. ι´. Διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα, καὶ οὐκ ἔσφηλεν.

Ὅσα συλλαμβάνουσι, ταῦτα καὶ κύουσιν, οὐκ ἀπὸ τοῦ φόβου Θεοῦ συλλαμβάνοντες, ἀλλʼ ἀπὸ τῆς κακίας. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.

Στίχ. ια´. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια. Ποῖος νοῦς ἐστι τοῦ· μενοῦσιν ὡς πρόβατα αἰώνια; Περὶ ὧν φησιν ὁ Χριστός· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι, καὶ ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ τὰ ἑξῆς· ταῦτά ἐστι τὰ αἰώνια πρόβατα. Ἐπεὶ οὖν μῖμοί εἰσιν οἱ ἑτερόδοξοι, καὶ ἐθέλουσι μιμεῖσθαι τὴν ποίμνην τοῦ Χριστοῦ, ἐπισκόπους ἑαυτοῖς χειροτονοῦντες, πρεσβυτέρους, διακόνους, διδασκάλους, λαὸν, κατηχουμένους, μιμούμενοι τὰ αἰώνια πρόβατα, πληροῦσι τό· Μένουσι δὲ ὡς πρόβατα αἰώνια. Οὐκ εἰσὶ δὲ πρόβατα αἰώνια, ἀλλὰ μένουσιν ὡς πρόβατα αἰώνια.

[*](67 Psal. VII, 15. 68 Joan. X, 27, 28.)
80

Στίχ. ια´. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι.

Στίχ. ιβ´. Ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν.

Οἱ ἡμέτεροι ἀναλαμβάνουσι ψαλτήριον καὶ κιθάραν, ὑμνοῦντες τὸν Θεὸν, καὶ δοξολογοῦντες αὐτόν. Ἐκείνων δὲ τὰ παιδία, οἱ ἀνόητοι ἐν αὑτοῖς, προσπαίζουσιν, ἀναλαμβάνοντες ψαλτήριον καὶ κιθόραν. Ὅτ᾿ ἂν ἀναλάβωσι τοὺς λόγους τῆς Παλαιᾶς Διαθήκης, προσπαίζουσι, καὶ γελῶσι τὰ λόγια τοῦ νόμου καὶ τῶν προφητῶν. Ἀναλαμβάνοντες τὰ ἐναρμόνια, ψαλτήριον τὸ τοῦ νόμου, κιθάραν τὴν προφητικὴν, προσπαίζουσιν αὐτοῖς.

Στίχ. ιβ´. Καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.

Καὶ αὐτοὶ λέγουσιν ψαλμοὺς Οὐαλεντίνου, καὶ λέγουσιν ᾠδὰς Βασιλείδου, καὶ τοιαῦτά τινα φθέγγονται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ.

Στίχ. ιγ´. Ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.

Ἐν δὲ ἀναπαύσει οὐκ οὐρανοῦ, ἀλλʼ ᾅδου ἐκοιμήθησαν. Ἡμεῖς δὲ εὐχόμεθα οὐκ ἐν ἀναπαύσει ᾅδου κοιμηθῆναι, ἀλλʼ ἐν ἀναπαύσει Θεοῦ ἐν τοῖς οὐρανοῖς τοῖς ἁγίοις μετὰ Χριστοῦ βασιλεύοντος ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.