Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στὶχ. ιη´. Ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος.

Οἱ λόγοι καὶ τὰ δόγματα στριφνὰ καὶ πυκνὰ, οὐδὲν ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα.

(52) Στρίφνος βοτάνη, τίς ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κὰν ἄγαν τις φιλονεικήσειε διαλεάνας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύναται· οὕτω καὶ ὁ τῶν ἀλλοτρίων ἀπολαύειν ἐθέλων οὐδὲν τῶν πόνων ἀποίσεται τὸ κέρδος.

(53) Στίχ. κ´ Διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.

Ἅ δοκεῖ ἀγαθὰ ποιεῖν, οὐκ ἀνθήσει· ὅτʼ ἂν δοκῇ ἥδη πεπληρῶσθαι, θλιβήσεται.

Στίχ. κ´. Οὐκ ἔσταν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσι.

Τὰ ὑπάρχοντα αὐτοῦ σωτηρίαν αὐτῷ περιποιῆσαι οὐ δύναται.

ἄλλως.

(54) Στίχ. κβ´. Πᾶσα δέ ἀνάγκη αὐτὸν ἐπελεύσεται, καὶ ἐπαποστελεῖ ἐπʼ αὐτὸν θυμὸν ὀργῆς.

(55) Στίχ. κβ´. Πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται.

Ταῦτα προτρεπτικὰ ἡμῖν, ἵνα ἀφιστώμεθα τῶν ἀλλοτρίων.

[*](62 * Deut. XXXII, 32. 63 Joan. X, 9.)[*]((50) Cod. uterque. — Vide t. XII, col. 1032.)[*]((51) Vide ibid.)[*]((52) Cod. XXI tribuit Origeni, al. Polychronio.)[*]((53) Occurrit in utroque ced.)[*]((54) Hic V. interseritur duobus superioribus he- mistichiis.)[*]((55) Cod. uterque. V. Olymp.)
76

Στίχ. κβ´. Νίψαι ἐπʼ αὐτὸν ὀδύνας. Ἀντὶ νιφετοῦ ὀδύναι ἔρχονται ἐπὶ τὸν τοιοῦτον.

(56) Στίχ. κδ´. Καὶ οὐ μὴ σωθῇ ἐκ χερός σιδήρου. Σίδηρον οὐ λέγει τοῦτον τὸν αἰσθητὸν, ἀλλὰ τμητικώτατον λόγον.

(57) Στίχ. κε. Διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος.

Τὰ θέλῃ ταῦτα τὰ πεπυρωμένα τιτρώσκει αὐτόν. (58) Στίχ. κε´. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. Μυστήριόν τι μανθάνομεν περὶ τῆς κολάσεως τῆς ἀποκειμένης, ἵνα φυλασσώμεθα αὐτὴν παθεῖν. Πῦρ εἶπεν ἄκαυστον κατέδεσθαι τὸν ἀσεβῆ· τοῦτο τὸ πῦρ τὸ παρʼ ἡμῖν ὑλικὸν οὐκ ἔστιν ἄκαυστον πῦρ· βλεπόμενον γὰρ αὐτό. Ἐκεῖνο δὲ ἀόρατόν ἐστι τὸ πῦρ, τὸ ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐρχόμενον, ὅ ἔνδον αὐτοὺς καίει. Νοητόν ἐστι καὶ κολάζον. Ἐὰν θέλῃς εἰκόνα παραλαβεῖν ἐκείνου τοῦ πυρὸς, νόει μοι τὸν εἰς ὑπερβολὴν πυρέσσοντα, καὶ ὑπὸ πυρὸς φλεγόμενον. Οὐχ εὑρήσεις ὄψει τὸ πῦρ ἐν αὐτῷ, ὑπόκειται δὲ, καὶ ἐκκαίει αὐτοῦ τὰ σπλάγχνα. Οὕτως ἀπὸ τῶν ἁμαρτημάτων πυρέττων τις ἐκκαίεται.

Στίχ. κε´. Κακώσαι δέ αὐτοῦ ἐπήλυτος τὸν οἷκον.

Ὁ πολεμήσας τὸν λαὸν ἐκεῖνον ἐπήλυτος ἦν, καὶ οὐ προσήλυτος· ὃς ἐκάκωσεν αὐτοῦ τὸν οἶκον, καταλύων τὸ νομιζόμενον ἁγίασμα, καὶ τὴν πόλιν ἥν ἔλεγον εἶναι ἁγίαν.

(59) Στίχ. κζ´. Ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὺς τὰς ἀνομίας.

Ἀντὶ τοῦ, Καὶ ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστήσεται τὰ δεινά Ταῦτα δὲ ἕφη, ἐπειδὴ ὁ Ἰὼβ φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος. Κατασκευάζει οὖν, ὅτι πάντα διʼ ἁμαρτίας αὐτὸν ἐπηνέχθη.

Αὐτὴ ἡ γῆ ἐπανίσταται ἐκείνῳ τῷ λαῷ.