Adnotationes in Genesim

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στιχ. δ΄. Ἐγὼ ἐπάγω ὑετὸν (ἐπὶ) τὴν γῆν τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας. Καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπουἕως κτήνους.

Τί δήποτε τῷ κατακλυσμῷ τὰ τῶν ἀνθρώπων πλήθη διέφθειρεν; Ἐξαλεῖψαι τοῦ Κάῖν τὸ γένος ἠθέλησε· ἀνεμίγη δὲ αὐτῷ καὶ τῶν εὐσεβῶν ἡ φυλή· διὸ καὶ τῆς τιμωρίας μετέσχηκεν. Ἀρχὴν δέ τινα καιτοῦ βίου ποιήσασθαι βουληθεὶς, τὸν Νῶε καὶ τοὺς ἐκείνου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ ὄντα καὶ δίκαιον, καὶ ἐκ τῆς τῶν συγγενῶν εὐσεβείας βλαστήσαντα, καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μισήσαντα. Οὐ μὴν, ὥς τινές φασιν, ὀργῇ (4) τινι καὶ μεταμελείᾳ ταῦτα πεποίηκε. Ταῦτα γάρ τοι ἀνθρώπινα πάθη· ἡ δὲ θεία φύσις, ἐλευθέρα παθῶν. Ἄλλως τε ἡ μεταμέλεια τοῖς μετὰ τὴν πεῖραν μανθάνουσι τῶν πραγμάτων τὴν φύσιν κατάλληλος· εἶτα τῇ πείρᾳ μανθάνοντες ὡς οὐκ ὀρθῶς ἐβουλεύσαντο, μεταμέλονται. Ὁ δὲ Θεὸς οὕτως ὁρᾷ τὰ μετὰ πολλὰς ἐσόμενα γενεὰς, ὡς ἤδη γεγενημένα. Ὡς προορῶν τοίνυν καὶ προγινώσκων, οὕτως ἅπαντα πρυτανεύει. Τί δήποτε τοίνυν μεταμέλεται, ἅπαντα πρὸς τὴν πρόγνωσιν τὴν [*](ubique, ad editionem cod. Alexandrini Breitinge- rianam, Tiguri 1730.) [*]((4) Sic correximus verbum nihili ὀγῇ.)

13
οἰκε ίαν οἰκονομῶν; Οὐκοῦν ἐπὶ Θεοῦ μεταμέλεια οἰκε νομίας μεταβολή· Μεταμέλομαι γὰρ, φησὶν, ὅτι κέ κρικα τὸν Σαοὺλ εἰς βασιλέα· ἀντὶ τοῦ· Εὐδοκίμασα μὲν παῦσαι τοῦτον, ἕτερον δὲ χειροτονῆσαι. Οὕτω κἀνταῦθα· Ἐνεθυμήθην, ὅτι ἐποίησα ἄνθρωπον· ἐδοκίμασα διολέσαι τῶν ἀνθρώπων τὸ γένος. Ἀλλὰ φιλάνθρωπος ὢν, σπέρμα τὸν Νῶε τῇ φύσει τετήρηκεν. Ἐπειδὴ δὲ καὶ τῶν ἀλόγων τὰ γένη τῆς τῶν ἀνθρώπων εἵνεκα δεδημιούργηκε χρείας· καὶ ταῦτα τοῖς ἀνθρώποις συνδιεφθάρη, πλὴν τῶν ἐν τῇ κιβωτῷ σὺν τῷ Νῶε διαφυλαχθέντων. Ἐκέλευσε γὰρ ὁ δεσπότης Θεὸς ἀνὰ δύο μὲν ἐξ ἑκάστου γένους τῶν δοκούντων ἀκαθάρτων διασωθῆναι, ἀνὰ ἑπτὰ δὲ τῶν καθαρῶν. Ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυσίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε· τὰς μὲν τρεῖς συζυγίας, εἰς τὴν αὔξησιν τοῦ γένους, τὸ δὲ ἓν τὸ περιττὸν εἰς θυσίαν. Εὐθὺς γὰρ ὁ Νῶε μετὰ τὴν καῦλαν τῆς τιμωρίας, θυσίαν τῷ Θεῷ εὐχαριστήριον προσενήνοχεν, ἀπὸ πάντων, φησὶ, κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν. Ὡς εἶναι δῆλον ὅτι τούτου χάριν, ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν εἰς τὴν τιβωτὸν εἰσαχθῆναι, ἵνα, τὸ ἓν ζῶον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων, μὴ διαφθείρῃ τὰς συζυγίας.

(4·) Στίχ. ις΄. Καὶ ἔκλεισε Κύριος ὁ Θεὸς ἔξωθεν

  • αὐτοῦ τὴν κιβωτόν.
  • Θειοτέρας τινὸς δυνάμεως ἔχρῃζεν ἡ ἀσφάλεια τῆς θύρας κλειομένης.