Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Οἱ ἐπιγεγραμμένοι ψαλμοὶ « ὑπὲρ τῶν ληνῶν » τρεῖς ὄντες, ὅ τε ὄγδοος, καὶ ὁ ὀγδοηκοστὸς, καὶ ὁ ὀγδοηκοστὸς τρίτος, δοκοῦσί μοι τὸ ἄθροισμα τῆς Ἐκκλησίας καὶ τὸ πλῆθος τῶν ἐπὶ τὸ αὐτὸ συνόδων δηλοῦν· καὶ γὰρ ἐκ πολλῶν μίαν εὐχὴν καὶ μίαν ὑμνολογίαν ἀναπέμπεσθαι τῷ Θεῷ ἐν ταῖς Ἐκκλησίαις συμβαίνει· ὥσπερ ἐν ταῖς ληνοῖς ἐκ πολλῶν καὶ διαφόρων ἀμπέλων μία κρᾶσις ἀποτελεῖται οἴνου. Πάλαι μὲν οὖν ἐν ἐνὶ τόπῳ τῆς Ἰερουσαλὴμ μία τις ἦν ληνὸς, ἔνθα συνιόντες τὰς αὐτῶν εὐχὰς ἀνέπεμπον· ἧς μέμνηται καὶ Ἡσαΐας λέγων· « Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ. » Δηλοῖ δὲ πύργος μὲν τὸν ναὸν (22), προλήνιον δὲ τὸ θυσιαστήριον. Ἀλλʼ ἐπεὶ καθελεῖν ἠπείλησε, καὶ καθεῖλεν ἐκεῖνα, πλείους ἀντὶ μιᾶς συνεστήσατο ληνοὺς, τὰ; καθʼ ὅλης τῆς οἰκουμένης Ἐκκλησίας· διὸ εἴρηται ἐν [*](41 Psal. LXXIV, 2. 42 ibid., 4. 43 Psal. LXXV, 2. 44 ibid., 4. 45 ibid., 10. 46 Isai. v, 2. est ex epistola Hieronymi ad Mat cellam; quæ exstat tom. II, editionis Vallarsii, p. 707.) [*]((22) Ναόν. Grabius, λαόν.)

1061
τῷ ὀγδόῳ ψαλμῷ οὕτω· « Κύριε, ὁ Κύριος ἡμῶν (23), ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάση τῇ γῇ!» Σαφῶς γὰρ παρέστησε τὰς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ληνοὺς τοῦ Θεοῦ. Καὶ ὁ ὀγδοηκοστὸς δὲ, καὶ αὐτὸς ἐπιλήνιος (24) ὢν, τοῖς ἔθνεσι πᾶσι παρακελεύεται τῷ Θεῷ τῶν προφητῶν ἀποδιδόναι τὸν ὕμνον· λέγει δὲ οὗν· « Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν· ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. » Εἶτα ἑξῆς ὑποκαταβὰς, τὴν ἀποβολὴν τοῦ προτέρου λαοῦ σημαίνει, λέγων· «Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν. » Καὶ ὁ ὀγδοηκοστὸς τρίτος τὴν αὐτὴν ἔχων προγραφὴν, ὅτι οὐκ ἔστιν ἐν σκήνωμα, οὐδὲ ἐν θυσιαστήριον ἐν Ἰεροσολύμοις, ἀλλὰ πολλὰ σκηνώματα καὶ πολλὰ θυσιαστήρια παρίστησι. Διὸ καὶ ὡς πολλῶν οὐσῶν ληνῶν, τούτων αὐτῶν τῶν σκηνωμάτων καὶ τῶν θυσιαστηρίων, ὑπὲρ τῶν ληνῶν προγέγραπται· λέγει δὲ οὖν· « Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· » καὶ ἐπιφέρει· « Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων· » καὶ πάλιν πληθυντικῶς ἐπιλέγει· « Ὑπερασπιστὰ ἡμῶν, ἴδε ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου· ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. » Ἔνθα τηρήσεις, ὡς καὶ ὀνομαστὶ Χριστοῦ μέμνηται. Τοὺς ἐπιγεγραμμένους « ὑπὲρ τῆς ὀγδόης » δύο ψαλμοὺς ἡγοῦμαι τὴν σωτήριον τῆς ἀναστάσεως ἡμέραν τοῦ Κυρίου αἰνίττεσθαι. Τὴν πρὸς θάνατον γοῦν ἁμαρτίαν ἐργασάμενος ὁ Δαυίδ, ἱκετεύει κατὰ τὸν ἕκιον, μὴ τοῦ θυμοῦ, μηδὲ τῆς ὀργῆς τοῦ Θεοῦ πειρασθῆναι, ἐλέους δὲ καὶ ἰάσεως τὴν ψυχὴν αὐτοῦ τυχεῖν· τοῦτο δὲ ἔσεσθαι θεσπίζει λέγων· « Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου· ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; » μονονουχὶ τὸν Κύριον αὐτὸν ἐκ θανάτου ῥύσασθαι αὐτοῦ τὴν ψυχὴν ἱκετεύων. Προϊὼν δὲ τῶν εὐχῶν τετυχηκέναι δηλοῖ διʼ ὧν φησιν· « Εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. » Τὴν γὰρ ἀναβίωσιν αὐτοῦ τὴν ἐκ τοῦ θανάτου μετὰ τῆς τοῦ Χριστοῦ ἀναστάσεως γενομένην διὰ τούτων ᾐνίξατο. Ὡσαύτως δὲ καὶ ὁ ἑνδέκατος « περὶ τῆς ὀγδόης » ἐπιγέγραπται, τοῦ Δαυῒδ τὴν ὁμοίαν ἱκεσίαν περιέχων φάσκοντος· « Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. » Εἶτα τὸ ἐξῆς οὐκ ἐπικεκαλυμμένως, ἀλλὰ τηλαυγῶς ἐπιφέρει λέγων· « Νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ. » Διʼ ἢν ἀνάστασιν τοῦ Κύριου τῇ μετὰ τὸ Σάββατον ἡμέρᾳ, ἥτις ἦν ὀγδόη, γενομένην, εἰς τύπον καινῆς ζωῆς, τοιαύτης οἶμαι προγραφῆς τὸν ψαλμὸν ἠξιῶσθαι. Εἰσὶ μὲν πάντες οἱ ἐπιγεγραμμένοι « ὑπὲρ τῶν ἀλλοιωθησομένων » τὸν ἀριθμὸν τέσσαρες. Τούτων ὁ μὲν πε??ηκοστὸς ἔννατος δοκεῖ μοι τὴν τῶν ἐθνῶν [*](47 Psal. VIII. 2. 48 Psal. LXXV. 2. 49 ibid., 12. 15. 50 Ps. LXXXIII, 2, 3. 51 ibid. 4. 52 ibid. 10, 11. 53 Ps. VI, 5, 6. 53 ipid. 10. 54 Ps, XI, 2. 56 ibid. 6.) [*]((23) Ὁ Κύρος ἡμῶν. Montefalcoaius, ὁ Κύριός μου.) [*]((24) Grabius, ὑπολήνιος.)
1064
ἀλλοίωσιν ἣν πεπόνθασι μεταβάντες ἐκ τῆς δεισιδαίμονος πλάνης ἐπὶ τὴν εὐσέβειαν (25) τοῦ τῶν ὅλων Θεοῦ σημαίνειν. Δέγει δʼ οὖν· « Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου. Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου· ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. » Μετὰ γοῦν τῶν Ἰσραηλιτικῶν φυλῶν, καὶ τὸν Μωὰβ, καὶ τὴν Ἰδουμαίαν, καὶ τοὺς ἀλλοφύλους περεείληφεν. Ὁ δὲ ἑξηκοστὸς ὄγδοος ὁμοίως ἐπιγεγραμμένος μεταβολὴν ἔχει καὶ ἀλλοίωσιν τοῦ διʼ ἡμᾶς εἰς τὰ βάθη τῆς νοουμένης θαλάσσης κατεληλυθότος, καὶ τὰ περὶ τοῦ πάθους αὐτοῦ, ἃ καὶ δηλοῖ διὰ τοῦ· « Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· » καὶ τὴν τῶν ἐπιβουλευσάντων ἐπὶ τὰ χείρω τροπήν· ἃ καὶ αὐτὸς παρίστησι λέγων· « Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον, » καὶ τὰ ἐξῆς. Καὶ ὁ τεσσαρακοστὸς τέταρτος, τῶν υἱῶν Κορὲ τυγχάνων, « ὑπὲρ τῶν ἀλλοιωθησομένων » ἐπιγεγραμμένος, « ὑπέρ τε τοῦ ἀγαπητοῦ, » ὁμοίως καὶ αὐτὸς τὴν περὶ τὸν ἀγαπητὸν τοῦ Θεοῦ ἀλλοίωσιν ἔχει· ἐν αὐτῷ καὶ τὴν θεολογίαν αὐτοῦ περιλαβὼν, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν πρὸς αὐτὸν ἐπιστροφὴν δηλῶν διὰ τό· « Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, » καὶ τὰ ἐξῆς. Ὁ δὲ ἑβδομηκοστὸς ἔνατός ἐστι μὲν τοῦ Ἀσὰφ. ὁμοίως δὲ ἐπιγεγραμμένος τοῦ προτέρου πάλιν λαοῦ τὴν ἐπὶ τὰ χείρω τροπὴν περιέχει λέγων· « Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, » καὶ τὰ ἐξῆς. Καὶ ἔοικεν, ἐπειδὴ τῶν ἀπὸ τῆς γῆς ἀνθέων καὶ κρίνων τὸ ὡραῖον καὶ εὐῶδες θᾶττον ἀλλοιοῦται, καὶ εἰς φθορὰν μεταβάλλεται, τούτου χάριν τὸ Ἑβραῖκὸν « Περὶ τῶν κρίνων, ἢ, Περὶ τῶν ἀνθέων» περιέχειν. Διόπερ « ἀντὶ τῶν ἀλλοιωθησομένων, » ὁ μὲν Ἀκύλας « ἐπὶ τοῖς κρίνοις, » ὁ δὲ Σύμμαχος « περὶ τῶν ἀνθέων » ἡρμήνευσεν. Οἱ ἐπιγεγραμμένοι « ὑπὲρ τῶν κρυφίων » κρύφιόν τινα καὶ λανθάνοντα πόλεμον, καὶ τὴν κατὰ τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν νίκην τοῦ Σωτῆρος ἡμῶν περιέχουσιν· ὁ γοῦν ἔνατός φησιν· « Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, » καὶ ἂ ἐξῆς τούτοις ἐπιφέρει, σημαίνει τὴν τῶν ἐθνῶν κλῆσιν· « Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. » Καὶ ὅτι ταῦτα λεληθότως κατὰ τὸν καιρὸν τοῦ πάθους συνετελέσθη, τὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ δηλοῖ· ἐπιγέγραπται γὰρ « ὑπὲρ τῶν κρυφίων τοῦ Υίοῦ· » ἀνθ’ οὗ ὁ μὲν Σύμμαχος « ὑπὲρ τοῦ θανάτου τοῦ Υἱοῦ » πεποίηκεν· ὁ δὲ Ἀκύλας, « ὑπὲρ τῆς νεότητος· » οἷς συμφωνεῖ καὶ τὰ περὶ τῆς ἐκ θανάτου ἀναβιώσεως αὐτοῦ, διὰ τοῦ ψαλμοῦ σημαινόμενα κατὰ τό « ·Ϲ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. » Καὶ ὁ τεσσαρακοστὸς [*](57 Ps. LIX, 8, 9, 10. 58 Ps. LXVIII, 22. 59 ibid. 2. 60 Ps. XLIV, 1. ⁶1 ibid. 11. 62 Ps. LXXIX, 9. 63 Ps. IX. 4, 64 ibid. 12. 65 ibid. 15. 66 Ps. XLV, 7. 67 ibid. 11.) [*](usus est Montefalconius, aliquot folia quæ hic sup- plentur e schedis Ernesti Grabii cui integrior codex ms. obtigerat.)
1065
πέμπτος παραπλησίως περὶ τῶν κρυφίων εἰρημένος τὸν ἀόρατον καὶ νοητὸν πόλεμον παρίστησι λέγων· « Ἐταράχθησαν ἔθνη, ἔχλιναν βασιλεῖαι, » καὶ τὰ ἐξῆς. Εἶτα ὡς πάλαι καταπατοῦντας τῶν ἐθνῶν ἄρχοντας καθελὼν, ὑφʼ ἑαυτόν τε πεποιημένος τὰ ἔθνη ἐξῆς λέγει« Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. » Οἱ ἐπιγεγραμμένοι « εἰς στηλογραφίαν » λόγους περιέχουσι μετριότητος καὶ ταπεινοφροσύνης. Διόπερ ὁ μὲν Ἀκύλας, ἀντὶ τοῦ, στη λογραφίαν, « ταπεινοῦ τελείου » ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, « ταπεινόφρονος καὶ ἀμώμου.» Εἴτε γὰρ ὁ Δαυῒδ βασιλεὺς ὣν καὶ ἄρχων παντὸς Ἰσραὴλ, μέτρια καὶ ταπεινὰ φρονῶν τοιαύτας προήκατο φωνὰς, εἴτε καὶ ὁ Χριστὸς τοῦ Θεοῦ τοιαῦτα ἐθέσπιζε ταπεινοφρονῶν ὡσπεροῦν διδάσκει διὰ τοῦ· « Μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· » στήλης ἄξιοι εἶεν ἂν οἱ λόγοι, καὶ τῆς εἰς τὸν σύμπαντα αἰῶνα μνήμης· ὅπερ διὰ τῆς « στηλογραφίας » παρίσταται. Νοήσεις δὲ τὸ εἰρημένον ἀπὸ τοῦ πεντηκοστοῦ πέμπτου, ὃς ἐπιγέγραπται « στηλογραφίας, » ἢ « ταπεινοῦ τελείου, » ἢ « ταπεινόφρονος καὶ ἀμώμου,» ἐν ᾧ εἴρηται· « Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος ὅλην τὴν ἡμέραν, » καὶ τὰ ἐξῆς. Καὶ ὁ πεντηκοστὸς ἕκτος, τὴν ἴσην ἔχων ἐπιγραφὴν, πάλιν τῶν καταπατούντων αὐτὸν μέμνηται λέγων· « Ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με· » καὶ τοὺς λοιποὺς δὲ τῶν οὕτως ἐπιγεγ ραμμένων διελθὼν, τῆς ἴσης ἐχομένους εὑρήσεις διανοίας. Οἱ ἐπιγεγραμμένοι «εἰς ἀνάμνησιν τοῦ Δαυῒδ » ὑπομιμνήσκειν αὐτὸν ἐοίκασιν ἐπὶ τῆς τοῦ Οὐρίου ἁμαρτίας. Ὁ δὲ τριακοστὸς ἕβδομος, οὕτως ἐπιγεγραμμένος, ἐπιλέγει· Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου,» καὶ τὰ ἐξῆς· καὶ διʼ ὅλου δὲ τοῦ ψαλμοῦ τὴν ἐπὶ τῇ πραχθείσῃ ἁμαρτίᾳ κατάστασιν σημαίνει. Ὡσαύτως δὲ καὶ ὁ ἑξηκοστὸς πέμπτος, « εἰς ἀνάμνησιν» ἐπιγεγραμμένος, ἱκετεύει τοῦ Θεοῦ τυχεῖν βοηθοῦ. Οἱ ἐπιγεγραμμένοι «προσευχῆ,» μήποτε οὐκ εἰσὶ ψαλμοὶ, οὐδὲ ᾠδαὶ, οὐδὲ ὕμνοι, ἀλλʼ αὐτὸ τοῦτο ψιλαὶ προσευχαὶ τῇ τῶν εὐξαμένων ἁρμόττουσαι διαθέσει, τῇ τε περὶ αὐτοὺς καταστάσει καὶ πᾶσι τοῖς ἐν ἴσῃ διαθέσει τοῖς εἰρημένοις τυγχάνουσιν. Οἱ ἐπιγεγραμμένοι ψαλμοὶ, « Μὴ διαφθείρῃς, τοῦ Δαυῒδ,» ἐφεξῆς εἰσι τρεῖς· ὦν ὁ πεντηκοστὸς ἕκτος εἴρηται ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Καὶ μήποτε ἐπειδήπερ, ἐν τῷ σπηλαίῳ κρυπταζομένου τοῦ Δαυῒδ, ἐπεισῆλθε Σαοὺλ ἀγνοῶν ἔνδον αὐτοῦ ὄντος, καὶ τῶν ἑταίρων τοῦ Δαυῒδ βουλομένων ἀνελεῖν αὐτὸν, εἶπεν ὁ Δαυῒδ πρὸς τὸν Ἀβισὰθ, « Μὴ διαφθείρῃς » αὐτόν· δῆλον δʼ ὅτι τὸν Σαούλ.· τούτου χάριν ὡς ἀποδεξαμένου τοῦ Θεοῦ τὴν φωνὴν, ἀκρότητα ἀνεξικακίας περιέχουσαν, ἐν μνήμῃ τῶν οὕτως ἐπιγεγραμμένων ψαλμῶν παρελήφθη. Ὁ δὲ πεντηκοστὸς ὄγδοος περιέχων τὸ, « Μὴ διαφθείρῃς. ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτὸν, » ἔοικε πρόσταγμα περιέχειν τοῦ Θεοῦ τοῦ μὴ συγχωροῦντος τοῖς ἀπεσταλμένοις ὑπὲρ τοῦ διαφθεῖραι τὸν Δαυῒδ ὑπὸ τοῦ Σαούλ. Τάχα δ᾿ ἂν τὴν αὐτὴν ἔχει διάνοιαν καὶ ὁ ἑβδομηκοστὸς τέταρτος [*](68 Matth. XI, 29. 69 Ps. LV, 2. 70 Ps. LVI, 4. 71Ps. XXXVII, 4. 72 Ps. LVIII, 1. 73 Ps. XCI, 3. 74 ibid. 14.)
1068
τὸν ὅμοιον τρόπον « τῷ Ἀσὰφ » ἐπιγεγραμμένος. Ὁ ἐπιγεγραμμένος, «τοῦ Σαββάτου, » ἐνενηκοστὸς πρῶτος προτροπὴν ἔχει σπουδαίως ἀπαντᾄν εἰς τὰς συνάξεις τῆς μελέτης τῶν θείων μαθημάτων, καὶ μετὰ ταῦτα δοξολογίαν. Λέγει δʼ οὖν· « Τοῦ ἀνα γέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.» Καὶ πάλιν· « Πεφυτευμένοι ἐν τῷ οἵκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν, Ὁ ἐνενηκοστὸς ἔννατος ἐπιγεγραμμένος « εἰς ἐξομολόγησιν » διδάσκει φάσκων· « Αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· » τὴν δύναμιν τῆς ἐξομολογήσεω παριστᾷ , ὅτι μηδὲν ἡμεῖς ἀφʼ ἑαυτῶν κεκτήμεθα. ἀλλʼ ὅ τι ποτέ ἐστι περὶ ἡμᾶς ἀγαθὸν, τοῦτο αὐτὸς ἐποίησεν. Ὁ τριακοστὸς τρίτος ψαλμὸς ἐπιγεγραμμένος, « τῷ Δαυῒδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπο αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, » ἔοικε τὸν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν Ἀχιμέλεχ ὠνομασμένον Ἀβιμέλεχ ἀποκαλεῖν· τῶν στοιχείων παρʼ Ἑβραίοις, λέγω δὲ τοῦ χὰφ καὶ τοῦ βὴθ, πολλὴν ὁμοιότητα σωζόντων, ὡς κατὰ μηδὲν ἀλλήλων διαλλάττειν, ἢ βραχείᾳ κεραίᾳ μόνῃ. Ἕχει δʼ οὖν ἡ ἱστορία οὕτως· « Καὶ ἔρχεται Δαυῒδ εἰς Νομμᾶν πρὸς Ἀχιμέλεχ τὸν ἱερέα. καὶ ἐξέστη Ἀχιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Τί ὅτι σὺ μόνος, καὶ οὐδεὶς μετὰ σοῦ; Καὶ εἶπεν αὐτῷ Δαυῒδ· Ὁ βασιλεὺς ἐντέταλταί μοι σήμερον ῥῆμα, καὶ εἶπέ μοι· Μὴ γνώτω μηδεὶς τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε, καὶ περὶ οὗ ἐγὼ ἐντέταλμαί σοι. Καὶ τοῖς παιδαρίοις μεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φιλμωνὶ Ἀλμωνί. Καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν. Καὶ ἀπεκρίθη ὁ ἀρχιερεὺς, καὶ εἶπεν· Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ἀλλʼ ἢ ἄρτοι ἅγιοι· εἰ ἐστὶ τὰ παιδάρια πεφυλαγμένα ἀπὸ γυναικὸς, καὶ φάγεται. Καὶ ἀπεκρίθη Δαυῒδ τῷ ἀρχιερεῖ, καὶ εἶπεν αὐτῷ Ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα χθὲς καὶ τρίτην ἡμέραν. Ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν, γέγονς πάντα παιδάρια ἡγνισμένα. Καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι σήμερον ἀγιασθήσεται διὰ τὰ σκεύη. Καὶ ἔδωκεν αὐτῷ Ἀχιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἄρτος ἐκεῖ, ἀλλʼ ἢ οἱ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν. ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς. » Ταῦτα μὲν ἡ ἱστορία· ἀντὶ δὲ τοῦ, «ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις Φιλμωνὶ Ἀλμωνί, » Ἀκύλας φησί· « Πρὸς τὸν τόπον τόνδε τινὰ τοῦδέτινος·» ἢ « τόνδε τινὰ ἀδέσποτον· » ὁ δὲ Σύμμαχος· « Εἰς τὸν δεῖνα τόπον. » Ἔοικεν οὖν ἡ τοῦ ψαλμοῦ προγραφὴ τὴν ἀλλοίωσιν τοῦ λόγου Δαυῒδ τὴν πρὸς τὸν ἱερέα σημαίνειν διὰ τοῦ φάναι· « Ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· » ἢ τὴν ἀλλοίωσιν τοῦ προσώπου· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· « Ὁπότε μετεμόρφωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· » ὁ δὲ Ἀκύλας· « Ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ.» Διὸ καὶ προῖὼν ἐν τῷ ψαλμῷ τὴν ἱερὰν, ὡς ἔοικε, τροφὴν αἰνιττόμενός φησι Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Μήποτε οὖν αὐτοῦ γεύσασθαι τοῦ Χριστοῦ παραινῶν [*](75 Ps. XCIX, 5. 76 Ps. XXXIII, 1. 77 I Reg. XXI, 1 et seqq. 78 Ps. XXXIII, 1. 79 ibid. 9. 80 Reg. XXI, 15.)
1069
τὸ σῶμα αὐτοῦ διὰ τούτων ᾐνίττετο, ᾧ καὶ τοῦ νόμου ἦν σύμβολον· τοῦ τῆς εὐχαριστίας Χριστοῦ σώματος τοὺς τῆς προθέσεως ἄρτους παρειληφότος. Ἔστι καὶ ἑτέρα ἀλλοίωσις τοῦ Δαυῒδ, καθʼ ἣν ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ πρὸς Ἀγχοῦς βασιλέα Γὲθ τὸν ἀλλόφυλον, μανίαν ὑποκρινόμενος· ἀλλʼ οὐκ ἔοικεν ὁ ψαλμὸς ταύτην ἐπὶ τοῦ παρόντος προσαλλοίωσιν σημαίνειν. Οἱ δὲ μηδʼ ἕτερα ἐπιγεγραμμένοι τῶν ψαλμῶν, λέγω δὲ, μήτε ᾠδὴ, μήτε ὕμνος. μήτε ψαλμὸς, μήτε μελῴδημα, μήτε αἴνεσις, μήτε προσευχὴ, μήτε τι τῶν τοιούτων, ὠφελίμους τινὰς ἐοίκασι διδασκαλίας περιέχειν, καὶ λόγους παραινετικοὺς καὶ προτρεπτικοὺς εἰς εὐσεβείας ἀνάληψιν· οἷός ἐστιν ὁ δέκατος, ἐν ᾧ εἴρηται· Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου,» καὶ τὰ ἑξῆε· καὶ ὁ δέκατος τρίτος καθʼ ὅμοια λέγων· « Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ. » Καὶ οἱ λοιποὶ δὲ παραπλησίως λόγους τινὰς διδασκαλικοὺς καὶ πλήρεις ὡφελείας ἐπάγονται· οὐ μὴν ἐν ψαλμοῖς καὶ ὕμνοις ἢ ἐν ᾠδαῖς κατελέγησαν, τῷ μὴ σώζειν τὸν ὅμοιον τοῖς εἰρημένοις τρόπον· εἰ μὴ ἄρα ἐγράφησαν καὶ αὐτοὶ ὥστε λεχθῆναι διὰ ψαλτηρίου ἢ διʼ ᾠδῆς, ἢ ὥς τις τῶν εἰρημένων· οὐ συνέβη δὲ καὶ λεχθῆναι αὐτοὺς, ὥστε ἔχειν ὁμοίαν μὲν ἐν τοῖς ψαλμοῖς καὶ ταῖς ᾠδαῖς, καὶ ταῖς προσευχαῖς δύναμιν, μὴ ἐπιγεγράφθαι δὲ διὰ τὸ μὴ λεχθῆναι αὐτήν. Ἢ μήποτέ τινες μὲν διὰ τὴν προτέραν αἰτίαν, τινὲς δὲ τῆς δευτέρας ἔνεκεν οὐκ ἠξιώθησαν προγραφῆς. Ὁ μὲν γὰρ πεντηκοστὸς πρῶτος, οὐδέτερα ὢν τῶν εἰρημένων, τὰ περὶ τοῦ Δωὴκ ἀπαγγέλλει λέγων· « Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς, » καὶ τὰ ἐξῆς· ἅπερ διὰ τὸ σκυθρωπὸν οὐκ ἂν λεχθείη τῷ τρόπῳ τῶν ψαλμῶν, ἢ τῶν ᾠδῶν· ὡς οὐδὲ ὁ πεντηκοστὸς δεύτερος καὶ οὗτος λυπηρὰ περιέχων. Ὁ δὲ πεντηκοστὸς τέταρτος οὗ ἡ ἀρχή· « Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, » τρόπον περιέχει προσευχῆς· καὶ ὁ εἰκοστὸς ἕκτος· « Κύριος φωτισμός μου καὶ σωτήρ μου, » οὐδὸν διενήνοχε τῆς εὐχῆς· ὅμως δʼ οὖν οὐκ ἠξιώθησαν προγραφῆς. Διὰ δὲ τὴν Cευτέραν, ὡς εἰκὸς, αἰτίαν, τοῦ ἑβδομηκοστοῦ πρώτου ψαλμοῦ ἐπὶ τέλει τῆς προφητείας περιέχοντος, Ἐξέλιπον οἱ ὔμνοι Δαυῒδ, υἱοῦ Ἰεσσαί· » ἐπειδὴ δέ τινες ὑπέλαβον τέλος τῶν τοῦ Δαυῒδ ὕμνων τὸ λόγιον σημαίνειν, σημειώσῃ, ὅτι οὐ τοῦτο δηλοῖ ἡ τοῦ Ἑβραίου διάνοια. Ὁ γοῦν Ἀκύλας, ἀντὶ τοῦ· Ἐξέλιτοσ· οἱ ϋμνοι Δαυῒδ, Ἐτελέσθησαν προσευχαὶ Δαυῒδ, » κδέδωκεν· ὁ δὲ Σύμμαχος· « Ἐπετελέσθησαν προσυχαὶ Δαυῒδ· » καὶ ἡ πέμπτη ἔκδοσις, « Ἀνεκε ραλαιώθησαν προσευχαὶ Δαυΐδ. » Διʼ ὧν παρίσταται αῖς ἐν τῷ ψαλμῷ περὶ τοῦ Χριστοῦ προφητευομένοις υνῆφθαι τὰ εἰρημένα· ἐπιγέγραπται μὲν γὰρ ὁ αλμὸς « εἰς Σαλομὼν, » ἀναφέρεται δὲ τὰ ἐν αὐτῷ εἴς ε αὐτὸν Σολομῶντα, καὶ τὸν ἐκ σπέρματος αὐτοῦ γεηαόμενον υἱὸν αὐτοῦ· διὸ εἴρηται· « Ὁ Θεὸς, τὸ ρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου ῷ υἱῷ τοῦ βασιλέως. » Εἶτα ἐξῆς τούτοις ἐπιφέροναι λόγοι τινὲς προφητικοὶ περὶ τοῦ υἱοῦ βασιλέως, ηλαδὴ ἐκ σπέρματος Σολομῶντος γεννηθησομένου, [*](81 Psal. X, 2. 82 Psal. XIII, 1. 83 Psal. LXI, 3. 84 Psal. LIV, 2. 85 Psa. XXVI, 1. 86 Psal. LXXI, 2. 87 ibid. 8. 88 ibid. 17, 19)
1072
οἵτινες οὐκ ἐφʼ ἕτερον ἁρμόζειν δύνανται ἢ ἐπὶ μόνον Χριστὸν τοῦ Θεοῦ. Τὸ γὰρ, « Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περά τῶν τῆς οἰκουμένης, » καὶ παραπλήσια τούτοις οὔτʼ ἐπʼ αὐτὸν ἀνάγοιτο ἂν τὸν Σολομῶντα, οὐδʼ ἐπὶ τὸν ἀναδεξάμενον αὐτοῦ τὴν ἀρχὴν Ῥοβοὰμ, οὐδʼ ἐφʼ ἕτερον τῶν αὐτοῦ διαδόχων, ἀλλʼ ἐπὶ μόνον τὸν ἡμέτερον Σωτῆρα. Ἐπεὶ τοίνυν κατὰ τὸν Δαυῒδ διʼ εὐχῆς ἦν ἐπιτελεσθῆναι τὴν ἐκ σπέρματος αὐτοῦ γένεσιν τοῦ Χριστοῦ, καὶ τὰ ἐπὶ ταύτῃ προφητευόμενα, ἐν οἶς ἦν τὰ ἐν τῷ προκειμένῳ ψαλμῷ, ὡς ἐπὶ τέλει λέλεκται· « Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ· » εἰκότως ἐπισυνῆπται τούτοις κατὰ μὲν τὸν Ἀκύλαν· « Ἐτελίσθησαν προσευχαὶ Δαυῒδ· » κατὰ δὲ τὸν Σύμμαχον· «Ἐπετελέσθησαν προσευχαὶ Δαυῒδ·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν· « Ἀνεκεφαλαιώθησαν προσευχαὶ Δαυῒδ. » Ἐν τούτῳ ἀνεκεφαλαιώθησαν, ἐν τῷ πάντα τὰ ἔθνη εὐλογηθῆναι διὰ τῆς τοῦ ἐκ σπέρματος αὐτοῦ γεγενημένης ἐπιφανείας τοῦ τῶν ἐθνῶν ἀπάντων Σωτῆρος. Ἐν οἷς τὰ διαψάλματα φέρεται, ἐν τούτοις ὁ Ἀκύλας ἀντὶ τοῦ διαψάλματος πεποίηκεν « ᾎσμα· ἡ δὲ πέμπτη ἔκδοσις « διὰ παντός· » κατὰ δὲ τὰ παρʼ ἡμῖν ἀντίγραφα καὶ κατὰ Σύμμαχον, ἔοικε μουσικοῦ τινος μέλους ἢ ῥυθμοῦ τροπῆς γενομένης ἡ τοῦ διαψάλματος παρακεῖσθαι παρασημείωσις. Πολλάκις δὲ καὶ διανοίας ἐναλλαγὴ γίνεται ἐν τοῖς διαψάλμασιν. ἤδη δέ ποτε καὶ προσώπου μεταβολή. Οἰηθείη μὲν ἄν τις πάντας τοὺς ἐπιγεγραμμένους ψαλμοὺς διὰ κρούσεως ὀργάνου μουσικοῦ τοῦ καλουμένου ψαλτηρίου ἀποδίδοσθαι· ἀλλʼ ἐπεὶ κατὰ τὸν Ἀκύλαν δι· ἀπάσης (26) τῆς βίβλου, ἐν ὅσοις ἐπιγέγραπται κατὰ τοὺς Ἑβδομήκοντα « ψαλμὸς, » ἐν τού τοις « μελᾦδημα » ἐκδίδοται· κατὰ δὲ τὸν Σύμμαχον « ᾠδὴ, » ἢ « ᾆσμα· » τούτου χάριν ἀναγκαίως ἐπεσημειωσάμην (27) ὡς ἂν μή τις νομίσῃ διὰ τοῦ μουσικοῦ ὀργάνου πάντας τοὺς παρʼ ἡμῖν ψαλμοὺς ἐπιγεγραμμένους εἰρῆσθαι (28). Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τὸν πεντηκοστὸν, φέρε, ἐπιγεγραμμένον, « εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυῒδ, » διὰ ψαλτηρίου εἰρῆσθαι· μουσικὰ γοῦν ἐν πένθει ἄκαιρος διήγησις. Πῶς γὰρ οἷόν τε ἦν, λεχθέντα ἐπὶ δεινῷ πλημμελήματι τῷ Δαυῒδ, οὐ τῆς τυχούσης ἀγανακτήσεως τοῦ Θεοῦ κατʼ αὐτοῦ γενομένης, καὶ ἀπειλῆς διὰ τοῦ προφήτου, ὡς ἐν εὐθυμίας καιρῷ ψαλτήριον ἀναλαβόντα, τρυφῆς καὶ εὐφροσύνης σύμβολα ἐπιτελεῖν; Τί δὲ ψαλτηρίου περιέχουσιν οἰκεῖον οἱ λόγοι; Οὐχὶ δὲ ὀλοφυρμοῦ καὶ ἀποκλαύσεως. οὓς εἰκὸς μετά τινος πενθικοῦ μέλους, οὐ μὴν μετὰ τοῦ ὀργάνου εἰρῆσθαι; Ταυτὸν δʼ ἂν εἴποις καὶ ἐπὶ τοῦ τρίτου, ὃς ἐπιγέγραπται « Ψαλμὸς τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. » Ἐπιστήσεις γὰρ εἰ ἐν τοιαύτῃ τυγχάνων συμφορᾷ, καθʼ ἣν ἐκπεπτώκει μὲν τῆς βασιλείας, ἠλαύνετο δὲ πρὸς τοῦ υἱοῦ, μουσικοῖς ἐσχόλαζε. [*](γραμμένους εἰρῆσθαι. Hæc desiderantur in codise ticani, quo usus est Montefalconiuseædem schedæ, οὐδὲ γὰρ ἂν ἔχῃ.)
1073
Λόγον δʼ ἂν ἔχοι, πρὸς τὸν Θεὸν καὶ ταύτην ἀναπέμπων τὴν ἱκεσίαν, μετά τινος μέλους αὐτὴν προηνέγκατο καταλλήλου τῷ καιρῷ· διʼ « Μελῴδημα » καὶ « ᾨδὴν » οἱ λοιποὶ καὶ ἐν τῇ τούτων προγραφῇ πεποιήκασιν. Τοὺς λοιποὺς δὲ τῶν ὁμοίως ἐπιγεγραμμένων παραπλησίως τοῖς εἰρημένοις ἐπισκέψῃ. Ὅσοι εἰσὶν, « ἐν ὕμνοις, » ἐπιγεγραμμένοι, ἐπὶ τούτων ἀντὶ τοῦ,« ἐν ὕμνοις, » ὁ μὲν Ἀκύλας, «ἐν ψαλμοῖς· ὁ δὲ Σύμμαχος «διὰ ψαλτηρίου » ἐκδέδωκεν· ὥστε κατὰ τὴν αὐτῶν ἑρμηνείαν μόνους εἶναι τούτους διὰ τοῦ μουσικοῦ ὀργάνου μελῳδηθέντας. Καὶ ἔχει γε λόγον τὸν τέταρτον ψαλμὸν, « ἐν ὕμνοις » ἐπιγεγραμμένον, διʼ ὀργάνου κεκροῦσθαι. Ἐπειδὴ γὰρ ὁ τρίτος εἴρητο τῷ Δαυῒδ, ἡνίκα ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, εἰκότως ὁ τέταρτος, τὰ νικητήρια περιέχων τοῦ πρὸς τὸν υἱὸν (29) πολέμου, ὁμοῦ καὶ « εἰς τὸ τέλος, » ὁμοῦ καὶ « ἐν ὕμνοις » ἐπιγέγραπται. Διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ, εἰς τὸ τέλος, « ἐπινίκιον, » ὁ δὲ Ἀκύλας, « τῷ νικοποιῷ, » ἐκδεδώκασιν. Σώζει δὲ τὴν ἀποδοθεῖσαν θεωρίαν τὰ ἐπιλεγόμενα, ἐν οἷς φησιν· « Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, » καὶ τὰ ἐξῆς. Ἥρμοζεν οὖν ταῦτα ὡς ἐν ἐπινικίοις καὶ διὰ μουσικῶν ὀργάνων ἀνακρουσθῆναι. Ὁ δὲ τρίτος οὐκ ἐπιγέγραπται (30) « εἰς τὸ τέλος· » οὐ γὰρ ἧν πω ἐπινίκιος· ἀλλʼ οὐδὲ τοῦ πολέμου τέλος εἰληφότος εἴρητο. Σκέψαι δὲ καὶ ἐπὶ τοῦ ἕκτου, μήποτε ἐπειδὴ μετὰ τὰ πρῶτα τοῦ ψαλμοῦ ἐν τοῖς τελευταίοις ἐπιφέρει λέγων· « Ἤκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου (31), εἰσήκουσε Κύριος τῆς δεήσεώς μου· Κύριος τὴν προσευχήν μου προσεδέξατο, » εἰκότως αὐτὸς « ἐπινίκιος, » καὶ « διὰ ψαλτηρίου, » παρὰ δὲ τοῖς Ἑβδομήκοντα « εἰς τὸ τέλος, » καὶ « ἐν ὕμνοις » ἐπιγέγραπται. Ἀλλὰ καὶ ὁ πεντηκοστὸς τρίτος, πρὸ τῆς εἰς τὸν Οὐρίαν ἁμαρτίας εἰρημένος τῷ Δαυῒδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· « Οὐκ ἰδοὺ Δαυῒδ κέκρυπται παρʼ ἡμῖν; » ὡς ἄν τῶν διαβεβληκότων αὐτὸν τῷ Σαοὺλ μηδὲν ἰσχυκότων, « ἐν ὕμνοις » μὲν παρʼ ἡμῖν· παρὰ δὲ τοῖς λοιποῖς « διὰ ψαλτηρίου» καἰ « ἐν ψαλμοῖς,» καὶ «τῷ νικοποιῷ, » καὶ « ἐπινίκιος » ἐπιγέγραπται. Τὸν ὅμοιον δὲ τρόπον ἐπιστήσεις καὶ τοῖς λοιποῖς, ὅσοι τῆς ὁμοίας ἠξίωνται προγραφῆς. Ὁμολογουμένως οἱ πλείους (32) τῶν μετὰ τὸν πεντηκοστὸν ψαλμὸν, μακρῷ πρόσθεν εἴρηνται. τοῦ πεντηκοστοῦ. Καὶ αὐτὸς δὲ ὁ πεντηκοστὸς εἴρηται πρὸ τοῦ χρόνου τοῦ κατὰ τὸν τρίτον, ὅς ἐλέχθη τῷ Δαυῒδ ἡνίκα ἀπεδίδρασκεν ἀπὸ προσώπου τοῦ Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἧν δ᾿ οὖτος χρόνος ὁ μετὰ τὴν τοῦ πεντηκοστοῦ ἐξομολόγησιν. Τίνα οὖν ἄρα (33) τοιαύτην περιέχει τάξιν; Ὁ μέν τις εἴποι ἔχειν τινὰ τῶν